32
ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὑτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὰς θύρας, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ. Τί οὖν ὁ Παῦλός φησι, Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ; Ἀλλ' οὐκ ἔστιν ἐναντίον ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συνᾷδον. Πῶς καὶ τίνι τρόπῳ; ∆εῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ τί δήποτε τοῦτο προστάττει, εἰ ἐν παντὶ τόπῳ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ' ἐν τῷ ταμείῳ μόνον. Τί οὖν ἐστι τὸ λεγόμενον; Τὸ ἀκενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστός φησι, μὴ, Λάθρα, ἁπλῶς, ἀλλὰ, Κεκρυμμένως τὰς εὐχὰς ποιοῦ. Ὥσπερ γὰρ λέγων, Μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς πρὸς τὴν κενοδοξίαν φυγῆς παρίστησιν, οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται. Οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχὴν, ἀλλ' ἓν μόνον ἐπέταξε τὸ ἀκενόδοξον. Ὁ δὲ Παῦλος ταῦτά φησι πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς· ὅρα γὰρ τί φησιν· Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας· ὅπερ τοῖς Ἰουδαίοις θέμις οὐκ ἦν. Οὐδὲ γὰρ ἐξῆν τῷ Θεῷ προσιέναι ἀλλαχοῦ καὶ θύειν καὶ τὰς λατρείας ἐπιτελεῖν, ἀλλ' εἰς ἕνα τόπον τοὺς πανταχόθεν ἐκ τῆς οἰκουμένης συντρέχοντας ἅπαντα 62.540.20 τὰ τῆς ἁγιστείας ἐν τῷ ναῷ ἐπιτελεῖν ἔδει. Τούτων ἀντίῤῥοπον τὴν παραίνεσιν εἰσάγει. Καὶ τῆς ἀνάγκης ἀπαλλάξας ἐκείνης, Οὐκ ἔστι, φησὶ, τοιαῦτα τὰ ἡμέτερα, οἷα τὰ Ἰουδαϊκά. Ὥσπερ γὰρ ὑπὲρ πάντων τὰς εὐχὰς κελεύει ποιεῖν (ὑπὲρ πάντων γὰρ καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ὑπὲρ πάντων, φησὶ, ταῦτα κηρύττω), οὕτω καὶ πανταχοῦ καλὸν εὔχεσθαι· ἡ δὲ παρατήρησις λοιπὸν μὴ περὶ τόπον ἔστω, ἀλλὰ περὶ τὸν τρόπον τῆς εὐχῆς. Πανταχοῦ μὲν εὔχου, φησὶ, πανταχοῦ δὲ ὁσίους χεῖρας ἔπαιρε· τοῦτό ἐστι τὸ ζητούμενον. Ὁσίους δὲ τί ἐστι; Καθαράς· καθαρὰς δὲ τί ἐστιν; Οὐχ ὕδατι νιπτομένας, ἀλλὰ πλεονεξίας φόνων, ἁρπαγῆς, πληγῶν καθαράς. Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τί δὴ τοῦτό ἐστι; τίς δὲ εὐχόμενος ὀργίζεται; Τουτέστι, χωρὶς μνησικακίας. Καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, παντὸς πάθους ἀπηλλαγμένῃ· μηδεὶς μετὰ ἔχθρας προσίτω τῷ Θεῷ· μηδεὶς μετὰ ἀηδίας καὶ διαλογισμοῦ. Τί ἐστι, Χωρὶς διαλογισμοῦ; Ἐπακούσωμεν. Ἄρα οὐ δεῖ ὅλως ἀμφιβάλλειν ὅτι ἐπακουσθησόμεθα. Ὅσα γὰρ ἂν αἰτήσητε, φησὶ, πιστεύοντες, λήψεσθε· καὶ πάλιν, Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος. Τοῦτό ἐστι, Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καὶ πῶς, φησὶ, δυνήσομαι πιστεύειν, ὅτι ἐπιτεύξομαι τῆς αἰτήσεως; Ἂν μηδὲν ἐναντίον αἰτῇς, ὧν δοῦναί ἐστιν ἕτοιμος· ἂν μηδὲν ἀνάξιον τοῦ βασιλέως, ἂν μηδὲν βιωτικὸν, ἂν πάντα πνευματικὰ, ἂν χωρὶς ὀργῆς προσίῃς, ἂν καθαρὰς ἔχων τὰς χεῖρας, ἂν ὁσίας· ὅσιαί εἰσιν αἱ ἐλεημοσύνας ἐργαζόμεναι. Ἂν οὕτω προσίῃς, πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως. Εἰ γὰρ ὑμεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς; ∆ιαλογισμὸν τὴν ἀμφιβολίαν λέγει. Ὡσαύτως καὶ τὰς γυναῖκας βούλομαι, φησὶ, Θεῷ προσιέναι χωρὶς ὀργῆς, χωρὶς διαλογισμοῦ, ὁσίους χεῖρας ἔχειν, μὴ ταῖς ἐπιθυμίαις ἐξακολουθεῖν ταῖς ἑαυτῶν, μὴ ἁρπάζειν, μὴ πλεονεκτεῖν. Τί γὰρ, κἂν αὐτὴ μὴ 62.541 ἁρπάζῃ, διὰ δὲ τοῦ ἀνδρὸς τοῦτο ἐργάζηται; Παρὰ δὲ τῶν γυναικῶν καὶ πλέον τι αἰτεῖ ὁ Παῦλος. Ποῖον δὴ τοῦτο; Τὸ, Μετὰ αἰδοῦς καὶ σωφροσύνης, φησὶν, ἐν καταστολῇ κοσμίᾳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Καταστολὴν τί φησι; Τουτέστι, τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο δὲ ἄκοσμον. Τί λέγεις; προσέρχῃ δεομένη τοῦ Θεοῦ, καὶ περίκεισαι