1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

33

πτύων θεραπεύει, ἵνα κατανύξῃ πρὸς φόβον τοὺς μικρὸν ὕστερον ὑβρίζειν τοῖς ἐμπτύσμασι μέλλοντας· καὶ ὅμως οὐκ ἐδυσώπησε τῶν μαινομένων τὸ θράσος, ἀλλ' ἐνεπτύσθη πολλὰ ὁ τοιαῦτα κατορθῶν διὰ πτύσματος. Τῆς πρώτης ταύτης πράξεως τὴν δημιουργικὴν ὑποφαίνει δύναμιν καὶ διὰ μὲν τοῦ προστάξαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ νίψασθαι τὴν δι' ὕδατος σωτηρίαν ἡμῖν ἐνδείκνυται, ἣν πᾶσιν ὁ ἀπεσταλμένος (Σιλωὰμ) ἐχαρίσατο. 7.6.2 Τότε γὰρ καλῶς βλέπομεν, ὅτ' ἂν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι· τότε φῶς ἡμᾶς περιλάμπει τῆς χάριτος, ὅτ' ἂν ἡ δύναμις τοῦ βαπτίσματος τὸν ῥύπον τῶν ἁμαρτημάτων καὶ τὰς κηλῖδας ἐκνίψῃ. Καὶ πάντες ὅσοι τῇ ἐντολῇ τοῦ Σιλωὰμ ἀπολουόμεθα, τὸ πνευματικὸν ὁρῶμεν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐνεργείας! 7.6.3 Ἀπῆλθεν ἐκ τῆς κολυμβήθρας ὁ πρὸ ὀλίγου τυφλὸς κοσμηθεὶς τὸ πρόσωπον τῇ τῶν ὀφθαλμῶν προσθήκῃ, βλέπων ἀκριβῶς πρὸς τὴν ἡλιακὴν ἀκτῖνα. Ἐξέπληττε τοὺς γείτονας καὶ τοὺς γνωρίμους τὸ πρᾶγμα. Ἐθορύβει τὸν βίον ὁ καινὸς τῆς θεραπείας τρόπος· περιενόστει τὴν πόλιν ὁ ἄνθρωπος βλέπων, ἵνα βλέπηται παρὰ πάντων ἔργον γενόμενον καινὸν καὶ παράδοξον ὑπὸ Ἰησοῦ τοῦ ἐν Βηθλεὲμ γεννηθέντος, τοῦ μικροῦ βρέφους ἐκείνου τοῦ ἐν τῇ φάτνῃ τοῖς σπαργάνοις ἐνειληθέντος. Ταῦτα γάρ ἐστιν, ἃ τοὺς Ἰουδαίους ἀπιστεῖν ἐποίει τῇ θεότητι. 7.7.1 Οὐκοῦν, ὦ ἀνόητοι καὶ παχυκάρδιοι, ἐπιβάλετε τὸν λογισμὸν τοῖς ἐξ αἰῶνος ἀνθρώποις. Ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενοι τοὺς ἑξῆς πάντας διερευνήσατε, ἐὰν εὕρητε τὸ νῦν γενόμενον καὶ ἐπ' ἄλλων πραχθέν, ἐὰν ἔχοντα τὸν βίον τοιαύτης θεραπείας ὑπόδειγμα· καὶ πάλιν ἐπὶ διασυρμῷ τοῦ Κυρίου μου τὸν τοῦ τέκτονος προφέρετε παῖδα, οὗ τοὺς ἀδελφοὺς γνωρίζετε, οὗ τὴν οἰκίαν ἴστε. 7.7.2 Ἀπαριθμεῖσθε πάντα τὰ ταπεινά, φιλονεικήσατε, πολλὴν ἡμῶν καταχέατε τὴν ἀδοξίαν. Εἰ δὲ μηδὲν τοιοῦτον μήτε ἄνθρωπος ἔπραξε μήτε ὁ βίος ἔσχε διήγημα, καταγνόντες ἑαυτῶν τῆς ἀγνοίας λοιπὸν πρὸς τὴν ἀλήθειαν ἀναβλέψατε. Νίψασθε καὶ ὑμεῖς εἰς τὸν Σιλωάμ, ἵνα μὴ ἐναποθάνητε τῇ τυφλότητι. 7.7.3 Ἀλλ' οὐδὲν ὡς ἔοικεν ἐπ' ἐκείνων. Οὐ λόγος ἐπαίδευεν, οὐ πρᾶξις ἐδίδασκεν, οὐκ ἐνέργεια θαυμασίων ἐδυσώπει· πάντα δὲ τοὐναντίον διὰ τὴν ἔντυφον ἀγνωμοσύνην μυρίοις τρόποις ἐπεχείρουν ἀφανίζειν καὶ διασύρειν· περιετρέπετο δὲ αὐτοῖς πρὸς τοὐναντίον ἡ κακουργία. 7.7.4 Ὅσῳ γὰρ ἠπίστουν ἐκεῖνοι καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια· καὶ ταὐτὸν ἔπασχον τῶν θηρίων ἐκείνοις, ἃ πληγέντα παρά τινος καὶ μηδέπω πᾶσαν τὴν αἰχμὴν ἐν τῇ γαστρὶ δεξά μενα τῇ πρὸς τὸν ἄνθρωπον ὁρμῇ καὶ φιλονεικίᾳ ὅλον ἐφ' ἑαυτὰ συνωθεῖ τὸν σίδηρον. 7.8.1 Πρώτη πολυπραγμοσύνη· Εἰ οὗτος αὐτὸς ὁ τυφλὸς καὶ μὴ ἕτερος ἀντ' ἐκείνου ἐδείχθη· τοῦτο σαφῶς τοῦ ἀνθρώπου διαμαρτυρομένου καὶ κεκραγότος καὶ τὴν ἀκολουθίαν τῆς θεραπείας σαφῶς ἀπαγγέλλοντος, ὅτι καὶ πηλὸς κατεχρίσθη τὸ τῆς τυφλότητος φάρμακον, ὅτι καὶ κολυμ βήθρα τὸν πηλὸν ἀπονίψασα τὸ βλέπειν παρέσχεν. Ταῦτα περιεργάζοντο γείτονες καὶ ἐμάνθανον· ἀνεζήτουν οἱ Φαρισαῖοι καὶ οὐκ ἐπείθοντο. 7.8.2 ∆ευτέρα τέχνη εἰς ἀθέτησιν τοῦ γενομένου παρελαμβάνετο τὸ πειρᾶσθαι δεικνύειν, ὡς οὐκ ἔστιν ὁ Χριστὸς ὁ ἐνεργήσας τὴν θεραπείαν. Ἐπειδὴ δὲ ἄνθρωπος τὸν σωτῆρα ἐβόα καὶ τῇ ὁμολογίᾳ καὶ τῷ κηρύγματι ἀντεδίδου τὴν χάριν καὶ τὸν εὐεργέτην ἐδημοσίευεν, ἀποφραττόμενοι τὰ στόματα, ἰλιγγιῶντες τὴν γνώμην, οὐκ ἔχοντες ὅ τι καὶ πράξωσιν, 7.8.3 ἐπὶ τὴν τοῦ πάθους πάλιν ἀνατρέχουσι ζήτησιν καὶ εἰ ἐκ γενετῆς τυφλός, τοῦτο περιεργάζονται καὶ τοὺς γονεῖς ἀναζητοῦσι τοῦ ἀνθρώπου καὶ ἀκριβεῖς ἐξετασταὶ γίνονται τῶν καθ' ἕκαστον, οὐχ ἵνα βεβαιώσωσι τὸ πραχθέν, ἀλλ' ἵνα ἀνατροπήν ποθεν τοῦ θαυμασίου λάβωσι καὶ ψευδῆ τινα σκευωρίαν κατασκευάσαντες τὸ πιστεῦον πλῆθος τῆς ὁρμῆς ἀνατρέ ψωσιν. Ὢ κακίας ὑπερβολή!