οὗ τῷ Πα τρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κρά τος εἰς τοὺς αἰῶνας. Ἀμήν.
οὖν ὡς δίκαιος· ἔμελ λον γὰρ ὑποστρέφειν· σιωπᾷ δὲ ὡς σοφὸς, καὶ ὡς ἀμυήτοις ἔτι τὸ μυστήριον οὐκ ἐμφαίνει· τύπον ἡμῖν κἀν τούτῳ ἑαυτὸν τιθεὶς, οἷς καὶ αὐτός πού φησιν ὁ Σωτήρ· "Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί· μηδὲ βά λητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων." Μαργαρίτας λέγων τὰ λελαμπρυσμένα καὶ διειδῆ τοῦ Πνεύματος λόγια. Εἶτα πάλιν φησὶ, ὅτι "Τὰ ξύλα τῆς ὁλοκαρπώσεως ἐπέθηκεν Ἀβραὰμ τῷ παιδί." Συγχωρήσει γὰρ τῇ κατ' οἰκονομίαν μονον ουχὶ καὶ συνεργαζομένου τοῦ Πατρὸς, καὶ οὐκ ἄκουσαν παραβιασάμενοι τὴν θείαν ἰσχὺν, ἐπέθηκαν οἱ Ἰουδαῖοι τῷ Σωτῆρι τὸν σταυρόν. Καὶ μάρτυς ἡμῖν ἐπὶ τούτῳ ἀψευδὴς ὁ προφήτης Ἡσαΐας εὑρε θήσεται λέγων περὶ αὐτοῦ· "Παιδία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες, ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρ τίαις ἡμῶν." Γεγονὼς δὲ ἤδη καὶ φθάσας ἐν τοῖς προηγγελμένοις τόποις, τὸ θυσιαστήριον ὁ πατριάρ χης εὖ δὴ καὶ μάλα καλῶς ἀνεδείματο· ἵνα πάλιν ἡμεῖς διὰ τούτου νοῶμεν ὅτι, παρὰ μὲν τοῖς ἀνθρω πίνοις ὀφθαλμοῖς σταυρὸς ἦν καὶ ξύλον ἐπὶ τοῦ Σω τῆρος ἡμῶν τὸ ὁρώμενον· ἐν δὲ ὀφθαλμοῖς τοῦ πάντων Πατρὸς, θυσιαστήριον ὄντως μέγα καὶ ὑψηλὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐγηγερμένον, ὁσίῳ τε καὶ πανάγνῳ καπνιζόμενον θύματι. Τὸ δὲ ἐπιτεθῆναι μὲν ἐπὶ τὰ ξύλα τὸν Ἰσαὰκ, ἀντ' αὐτοῦ δὲ ὑπομεῖναι τὴν σφαγὴν τὸν κριὸν, σαφέστατα δηλοῖ, ὅτιπερ ἀνέβη μὲν ὁ Θεὸς Λόγος ἐπὶ τὸν σταυρὸν, καὶ ἦν ἐν τῷ κρεμαμένῳ ναῷ· ἔπασχε δὲ Κύριος οὐκ αὐτὸς ἀπαθὴς ὢν φύσει. Οὐ γὰρ ἐπηνέχθη τῷ Ἰσαὰκ ἡ μάχαιρα, τουτέστι, τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ, ἀντ' αὐτοῦ δὲ, καὶ ὡς αὐτὸς ἤγε το πρὸς σφαγὴν, ὁ ἐκ τῆς ἁγίας Παρθένου ναὸς, ὃς διὰ τοῦ προβάτου σημαίνεται. Οἰκειοῦται δὲ ὁ Λόγος, καὶ μάλα εἰκότως, τὸ πάθος· αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ οὐχ ἑτέρου τινός. Ἐπεὶ καὶ τοῦ σώματος μαστι ζομένου πάλιν, ἐμπτυσμένου δὲ οὐδὲν ἧττον παρὰ τῶν παντόλμων Ἰουδαίων, αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· "Τὸν νῶτόν μου δέδωκα εἰς μά στιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα." -"Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὃς διὰ 77.497 τὴν ἡμῶν σωτηρίαν, αἰσχύνης, καθὼς γέγραπται, καταφρονήσας, καὶ ὑπήκοος γενόμενος τῷ Πατρὶ, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου," ἵνα καὶ ἀπο θανὼν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, ἑαυτῷ πάλιν ἠμᾶς ἐκ νεκρῶν ἀναστήσῃ, ζωοποιήσας διὰ τοῦ ἁγίου Πνεύματος· καὶ ἀνοίξῃ μὲν ἡμῖν τῶν οὐρανῶν τὰς πύλας, ἀνάγῃ δὲ εἰς αὐτοὺς, καὶ ὀφθαλμοῖς παρα στήσῃ τοῦ Πατρὸς τὴν πάλαι διὰ τὴν ἁμαρτίαν δρα πετεύσασαν τοῦ ἀνθρώπου φύσιν. Ἐπὶ τοῖς τοσού τοις, ἀγαπητοὶ, τοῦ Σωτῆρος ἡμῶν κατορθώμασιν, ἀνοιγνύσθω μὲν πᾶν στόμα εἰς εὐφημίαν, ἔστω δὲ γλώσσης ἁπάσης ἔργον ἡ εἰς αὐτὸν ὑμνῳδία, βοάτω δὲ ὥσπερ τι λιγυρὸν ἀνιεῖσα μέλος· "Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος." Ἀναβέβηκε γὰρ τὴν καθ' ἡμᾶς πληρώσας οἰκονο μίαν· καὶ ἀναβέβηκεν οὐχ ἁπλῶς, "ἀλλ' αἰχμαλω τεύσας αἰχμαλωσίαν, καὶ δόματα δοὺς ἐν ἀνθρώποις." Πάντας γὰρ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπά σας αἰχμαλώτους μένοντας ἐλυτρώσατο, πεπλήρωκε δὲ δογμάτων ἀγαθῶν. Ποικίλα γὰρ τὰ διὰ τοῦ Πνεύ ματος εἰς ἡμᾶς διαβεβηκότα χαρίσματα. ηʹ. Πάσης τοιγαροῦν εὐλογίας πεπληρωμένοι παρὰ Χριστοῦ ἑορτάζωμεν, ἀγαπητοὶ, μὴ τοῖς ἐπωφελέσι πόνοις ἐπιστυγνάζοντες· μηδὲ ὥσπερ τι φορτίον ἡγούμενοι τὸν ἐπὶ ταῖς ἀσιτίαις ἱδρῶτα, ἀλλ' ἱλαρῷ μὲν φρονήματι πρὸς τοὺς ἀγῶνας ἰόντες· τῇ δὲ ἐλπίδι χαίροντες, καθὰ Παῦλός φησι, καὶ τοῖς προσ δοκωμένοις ἀγαθοῖς ἐντεῦθεν ἐπαγαλλόμενοι. Πρὸ δέ γε πάντων, τῆς εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα· ἐλαυ νέσθω τὸ πικρὸν τῆς καταλαλιᾶς δαιμόνιον· ἐξοικι ζέσθω φθόνος τῶν ἡμετέρων ψυχῶν· φευγέτω πονη ρία καὶ δόλος· ἀποδημείτω ψευδολογία, καὶ τὸ προὖ χον ἐν κακοῖς ἐπιορκία. Ἀλλὰ μηδόλως ὀμνύωμεν· ἔστω δὲ ἡμῶν τὸ ναὶ, ναὶ, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ τὸ οὒ, οὔ. Ἐπισκεπτώμεθα τοὺς τῷ παγχαλέπῳ θηρίῳ παλαίοντας, τοὺς ἐν πενίᾳ φημί·