1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

33

πρὸς τοὺς πνευματικοὺς οὑτωσεί· "Οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν·" καὶ πάλιν· "Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἐξ ὑμῶν ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος." Ἐγράφη δὲ καὶ περὶ τοῦ ∆ανιὴλ, ὅτι "Πνεῦμα περισσὸν ἦν ἐν αὐτῷ·" αἰνιγματωδῶς δὲ τὸ ἅγιον ἐδηλοῦτο Πνεῦμα. Ψυχικοὺς δὲ ὀνομάζει Ἕλληνας, Ἰουδαίους, καὶ αἱρετικοὺς, ἐπειδὴ συλλογισμοῖς καὶ διαλογισμοῖς στρεβλοῖς ἐναβρυνόμενοι γνωσιμαχοῦσι, καὶ οὐχ ὁμολογοῦσι Θεὸν τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ. Ἐπιστέλλει δὲ καὶ πρὸς αὐτοὺς οὕτω που· "Ψυχικοὶ Πνεῦμα μὴ ἔχοντες·" καὶ αὖθις· "Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντας, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται." Καὶ πάλιν, τὸ πρὸς τὴν μόνην ἡμερωτάτην φύσιν ἐπίκοινον τοῦ ἁγίου Πνεύματος δηλῶν, ἔφη· "Εἴ τις κοινωνία Πνεύματος." Σαρκικοὺς δὲ, ἢ χοϊκοὺς καλεῖ τοὺς τῇ γῇ κατανενευκότας· ἐπειδὴ ἀκρασίαν λυττῶντες, καὶ τὰ διαβεβλημένα τοῖς τιμίοις παραμετροῦντες, καὶ τοῖς ὑλικοῖς ὑποκαθήμενοι πάθεσιν, καὶ ὡσανεὶ βορβόρῳ ταῖς αἰσχραῖς ἀεὶ ἐγκυλινδούμενοι πράξεσιν, καὶ αὐτοὶ παράλληλοί πως τοῖς ψυχικοῖς καθεστᾶσιν. Ὡς γὰρ ὑπό τινος λήμης τὸ διορατικὸν τῆς ψυχῆς ἄμφω ἐπισκεπόμενοι, οὐ δύνανται καταλάμπεσθαι ὑπὸ τοῦ ἀειζώου καὶ ἀπόνου φωτὸς τοῦ ἁγίου Πνεύματος· ἀλλ' ἐν ἀποπτώσει γίνονται, καὶ ἐσπάμπαν ἀπόλλυνται, ὡς μύρον βορβόρῳ συμπλακέν· οὐδὲ συνιέντες τάχα, ὡς τοῦ ἑνὸς καὶ μόνου στεροῦνται ἀγαθοῦ. Πηλίκη γὰρ ἡ ἐντεῦθεν ζημία, μᾶλλον δὲ παντελὴς ἀπώλεια, οὐδεὶς λόγῳ παραστῆσαι δύναται, κἂν πάσῃ χρήσηται διανοίας ὑπερβολῇ. ∆ιαγορεύει δὲ καὶ περὶ τούτων ὁ μὲν Θεὸς ἐν τῇ Γενέσει τοιῶσδε· "Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας·" ὁ δὲ Παῦλος· "Οἷος ὁ χοϊκὸς ἄνθρωπος, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·" ἡ δὲ Σοφία· "Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ· δοκιμαζομένη δὲ ἡ δύναμις ἐλέγχει τοὺς ἄφρο 39.741 νας· ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.

ΚΕΦ. ΚΑʹ. Οὐχ ὡς αἱρετικοῖς δοκεῖ, διὰ τὸ δοξάζεσθαι τὸν Θεὸν ἐν τῷ ἁγίῳ

Πνεύματι, καὶ ἐν αὐτῷ, καθὰ δι' ὀργάνου τινὸς, πᾶσαν λατρείαν ἀναπέμπεσθαι, λέγει Ἰωάννης μέν· "Τοὺς δὲ προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν·" Παῦλος δέ· "Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ," καὶ ὅσα τοιαῦτα. Μάλιστα μὲν γὰρ τὸ, "Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν," ἀντὶ τοῦ, ἐξ ὅλης ψυχῆς καὶ ἀνυποκρίτως, εἶπεν τῇ Σαμαρείτιδι ὁ Σωτὴρ, νομιζούσῃ ἐν τόπῳ ὡρισμένῳ τὸν Θεὸν προσκυνεῖσθαι, καὶ λεγούσῃ αὐτῷ· "Οἱ πατέρες ἐν τῷ ὄρει τούτῳ τὸν Θεὸν προσεκύνησαν." Ὅτι γὰρ τῷ ἁγίῳ Πνεύματι, ὡς Θεῷ, προσκύνησις καὶ λατρεία προσφέρεται, Παῦλος ἔγραψεν· "Οἱ Πνεύματι Θεοῦ λατρεύοντες." Εἰδὲ μὴ καταβαίνει αὐτοῖς ἡ ὄντως ἀλήθεια, ἀκουέτωσαν, ὅτι οὔκουν, Ἐν Πνεύματι καὶ Υἱῷ, εἶπεν. Αὐτὸς γὰρ παρ' Ἰωάννῃ λέγει· "Ἐγώ εἰμι ἡ ἀλήθεια." Καὶ ὃν τρόπον ἐν τῷ Υἱῷ προσκυνοῦντες τὸν Πατέρα, προσκυνοῦμεν καὶ τὸν Υἱὸν, τὸν ἴσον τρόπον ἐν τῷ ἁγίῳ Πνεύματι προσκυνοῦντες, συμπροσκυνοῦμεν καὶ αὐτό. Τὸ δὲ, "Οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ," τοῦτο δηλοῖ ἀντὶ τοῦ, Αἱρεσιομάχοι οὐ μετέχουσι τοῦ θεϊκοῦ Πνεύματος· οἱ δὲ μὴ μετέχοντες ἡνωμένου αὐτοῦ τῷ Υἱῷ τῇ φύσει, οὐ δύνανται τὴν μνημονευθεῖσαν ἀξίως ῥῆξαι φωνήν. Ὁμοιότροπον γὰρ περὶ μὲν τοῦ Πατρὸς ....... ΚΕΦ. ΚΓʹ. Ὀφείλεσθαι δὲ αὐτῷ δόξαν οὐκ ἐκ τῆς μνημονευθείσης ἐν τοῖς προάγουσι μόνον τοῦ Κυρίου δεδιδάγμεθα παραδόσεως, ἀλλὰ διαφόρως· ὡς ὅταν Πέτρος γράφῃ· "Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι