33
εἰρημένοις 29.9 κατὰ τὸ δυνατὸν συνεπλάκημεν. ἔχει δὲ ὁ λόγος οὐ μόνον ἀνατροπὴν τῶν αἱρετικῶν ὑπολήψεων, ἀλλὰ καὶ διδασκαλίαν καὶ ἔκθεσιν τῶν ἡμετέρων δογμάτων· αἰσχρὸν γὰρ εἶναι καὶ παντάπασιν ἀγεννὲς ὑπελάβομεν, τῶν ἐχθρῶν οὐκ ἐπικρυπτομένων τὴν ἀτοπίαν, ἡμᾶς μὴ ἐμπαρρησιά29.10 ζεσθαι τῇ ἀληθείᾳ. ἐρρωμένον σε ψυχῇ καὶ σώματι φυλάσσοι ὁ κύριος τῇ ἐκκλησίᾳ.
30.τ Πέτρου ἐπισκόπου Σεβαστείας πρὸς Γρηγόριον Νύσσης τὸν αὐτοῦ
ἀδελφόν 30.1 Τῷ θεοσεβεστάτῳ ἀδελφῷ Γρηγορίῳ Πέτρος ἐν κυρίῳ χαίρειν. Ἐντυχὼν
τοῖς γράμμασι τῆς ὁσιότητός σου καὶ κατανοήσας ἐν τῷ κατὰ τῆς αἱρέσεως λόγῳ τὸν ὑπὲρ τῆς ἀληθείας καὶ τὸν ὑπὲρ τοῦ ἁγίου πατρὸς ἡμῶν ζῆλον, οὐ τῆς σῆς δυνάμεως ἔργον εἶναι τὸν λόγον ᾠήθην, ἀλλὰ τοῦ 30.2 τὴν ἀλήθειαν ἐν τοῖς ἑαυτοῦ δούλοις λαλεῖσθαι οἰκονομή σαντος· ὥσπερ δὲ τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν αὐτῷ τῷ πνεύματι τῆς ἀληθείας ἀναθεῖναι καλῶς ἔχειν φημί, οὕτω μοι δοκεῖ δεῖν καὶ τὴν κατὰ τῆς ὑγιαινούσης πίστεως σπουδὴν οὐκ εἰς Εὐνόμιον ἀλλ' εἰς αὐτὸν ἀναφέρειν τὸν πατέρα 30.3 τοῦ ψεύδους. καὶ ἔοικεν ὁ ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ὁ ἐν ἐκείνῳ φθεγξάμενος καθ' ἑαυτοῦ σπουδαίως ἠκονηκέναι τὸ ξίφος· εἰ γὰρ μὴ ἐκεῖνος τοσοῦτον κατὰ τῆς ἀληθείας ἀπεθρασύνετο, οὐδεὶς ἄν σε πρὸς συνηγορίαν τῶν τῆς εὐσεβείας δογμάτων ἐκίνησεν· Ὁ οὖν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἔδωκεν αὐτοῖς, ὡς ἂν μάλιστα τὸ σαθρόν τε καὶ ἀσύστατον τοῦ δόγματος αὐτῶν διελεγχθείη, καὶ φρυάξασθαι κατὰ τῆς ἀληθείας καὶ τὰ κενὰ μελετῆσαι 30.4 διὰ τῆς κενῆς ταύτης λογογραφίας. ἐπειδὴ τοίνυν Ὁ ἐναρξάμενος ἔργον ἀγαθὸν ἐπιτελέσει, μὴ ἀποκάμῃς ὑπηρετῶν τῇ δυνάμει τοῦ πνεύματος, μηδὲ ἡμιτελῆ ποιήσῃς τὴν ἀριστείαν τῶν κατὰ τῆς δόξης τοῦ Χριστοῦ στρατευομένων, ἀλλὰ μίμησαι τὸν γνήσιόν σου πατέρα, ὃς κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου τὸν μαθητὴν τῷ διδασκάλῳ συναπεκέντησεν· οὕτως καὶ σὺ εὐτόνως τῇ χειρὶ τοῦ λόγου δι' ἀμφοτέρων τῶν αἱρετικῶν βιβλίων ὦσον τὴν τοῦ πνεύματος μάχαιραν, ἵνα μὴ τὴν κεφαλὴν συντεθλασμένος ὁ ὄφις κατὰ τὴν οὐρὰν περισπαίρων τοὺς ἀκεραιοτέρους φοβῇ· τῶν γὰρ πρώτων τοῦ λόγου ἀναιρεθέντων, ἐὰν τὸ τελευταῖον ἀνεξέταστον ἀφεθῇ, ἰσχύν τινα κατὰ 30.5 τῆς ἀληθείας ἔχειν παρὰ τοῖς πολλοῖς νομισθήσεται. ὁ δὲ ἐμφαινόμενος τῷ λόγῳ θυμὸς τὴν τοῦ ἅλατος χάριν τοῖς τῆς ψυχῆς αἰσθητηρίοις παρέχεται· ὡς γὰρ οὐ βρωθήσεται κατὰ τὸν Ἰὼβ ἄρτος ἄνευ ἁλός, οὕτως ἄπληκτος ἂν ἦν καὶ ἀκίνητος εἰς ἐπιθυμίαν ὁ λόγος μὴ τοῖς ἀμυκτικωτέροις 30.6 τῶν τοῦ θεοῦ ῥημάτων ἐφηδυνόμενος. θάρσει τοίνυν ὡς καλὸν ὑπόδειγμα τῷ μετὰ ταῦτα βίῳ γενόμενος, διδάσκων ὅπως χρὴ τοὺς εὐγνώμονας παῖδας πρὸς τοὺς ἀγαθοὺς ἔχειν πατέρας. εἰ μὲν γὰρ περιόντος ἔτι τῇ ἀνθρωπίνῃ ζωῇ τοῦ ἁγίου τὴν τοιαύτην ἐπεδείκνυσο κατὰ τῶν ἀποθρασυνομένων εἰς τὴν ὑπόληψιν ἐκείνου σπουδήν, οὐκ ἂν ἴσως διέφυγες τὴν τοῦ δοκεῖν κόλαξ τις εἶναι διαβολήν· νυνὶ δὲ τὸ γνήσιον καὶ ἀληθὲς τῆς ψυχῆς, ὅπως ἔχεις εὐνοίας περὶ ἐκεῖνον τὸν διὰ τῶν πνευματικῶν σε ὠδίνων εἰς φῶς ἀγαγόντα, ἡ περὶ τὸν κατοιχόμενον σπουδὴ καὶ ἡ κατὰ τῶν ἐχθρῶν αὐτοῦ ἀγανάκτησις σαφῶς ἐπιδείκνυσιν. ἔρρωσο. 5βις.τ ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ <αὐτοῦ πίστει, παρὰ τῶν> κατὰ Σεβάστειαν αἰτηθεῖσα 5βις.1 Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ' ἡμῶν δυσφημίας παρὰ τῶν μισούντων τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτήσειν τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ' ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ