33
πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμένους τοῦτο, ὅπερ εἰσὶν, ἀλλ' ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας. Τὴν γοῦν ἡταιρηκυῖαν γυναῖκα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρὸς, ἅτε τὰ μέγιστα ἠδικηκώς. Καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ τὸν πλεονέκτην, καὶ τὸν μέθυσον, καὶ τὸν ἀλαζόνα, καὶ πάντας ἁπλῶς τοὺς τὰ δεινότερα ἐργασαμένους ἴδοι τις ἂν οὐχ οὕτως ἐπὶ τῷ πράττειν αὐτὰ καὶ τῇ παρὰ τῶν πολλῶν δόξῃ δακνομένους καὶ ἀλγοῦντας, ὡς ἐπὶ τοῖς τῶν οἰκείων ἔργων ὀνόμασι. Πολλοὺς δὲ καὶ σωφρονισθέντας οἶδα τούτῳ τῷ τρόπῳ, καὶ γενομένους τοῖς ὀνείδεσιν ἐπιεικεστέρους Ἀλλ' ὑμεῖς καὶ ταύτην ἀνῃρήκατε τὴν παραμυθίαν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπρὰς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῷ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν. Πόθεν οὖν δυνήσομαι πεισθῆναι, ὅτι σωθῆναι οἷόν τε τούτους, ὅταν ἴδω πρὸς ταῦτα παρακαλουμένους, ἃ τοὺς ποιοῦντας ὁ Χριστὸς ἀπεφήνατο πάντως ἀπολέσθαι; ὅταν θεάσωμαι τῆς μὲν ψυχῆς αὐτῶν, ὥσπερ τινὸς παρέργου, καταφρονοῦντας ὑμᾶς, τῶν δὲ ὄντως περιττῶν, ὡς ἀναγκαίων καὶ προηγουμένων φροντίζοντας; Ὅπως μὲν γὰρ οἰκέτης ἔσται, καὶ ὅπως ἵππος, καὶ ὅπως ἱμάτιον τῷ παιδὶ κάλλιστον, πάντα ποιεῖτε· ὅπως δὲ αὐτὸς γένοιτο καλὸς, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδὴν, τὴν ψυχὴν οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους· ἀλλ' ἵνα μὲν ἄγαλμα ἐπὶ τῆς οἰκίας ἑστήκῃ θαυμαστὸν, καὶ ἡ στέγη γένηται χρυσῆ, πάντα ὑπομένετε· τὸ δὲ πάντων τιμιώτερον ἄγαλμα ἡ ψυχὴ ὅπως γένηται χρυσῆ, οὐδὲ φροντίζειν ἐθέλετε.
ηʹ. Ἀλλ' οὔπω τὸν κολοφῶνα τῶν κακῶν εἶπον, οὐδὲ τὸ κεφάλαιον ἐξεκάλυψα τῆς συμφορᾶς, πολλάκις μὲν ἐλθὼν εἰπεῖν καὶ ἐρυθριάσας, πολλάκις δὲ καὶ αἰσχυνθείς. Τί ποτ' οὖν ἐστι τοῦτο; τολμητέον γὰρ ἤδη καὶ λεκτέον αὐτό. Καὶ γὰρ ἀνανδρίας ἂν εἴη πολλῆς, μέλλοντας τι κακὸν ἐξαιρεῖν, μηδὲ φωνὴν ἀφιέναι τολμᾷν ὑπὲρ αὐτοῦ, ὡς τῆς σιγῆς αὐτομάτως ἰασομένης τὴν νόσον. Οὐ τοίνυν σιγήσομεν, κἂν μυριάκις αἰσχύνεσθαι μέλλωμεν καὶ ἐρυθριᾷν. Οὐδὲ γὰρ ἰατρὸς μέλλων σηπεδόνα καθαίρειν, παραιτήσεται μεταχειρίσασθαι σίδηρον, καὶ καθεῖναι δακτύλους εἰς αὐτὸν τοῦ τραύματος τὸν πυθμένα· οὐκοῦν οὐδὲ ἡμεῖς τὸν ὑπὲρ τούτων λόγον παραιτησόμεθα, ὅσῳ καὶ χαλεπωτέρα ἡ σηπεδών. Τί ποτ' οὖν ἐστι τὸ κακόν; Ἔρως καινός τις καὶ παράνομος εἰς τὸν ἡμέτερον εἰσεκώμασε βίον· νόσημα ἐπέπεσε χαλεπὸν καὶ ἀνίατον· λοιμὸς κατέσκηψε πάντων λοιμῶν χαλεπώτερος· καινή τις παρανομία ἐπενοήθη καὶ ἀφόρητος· οὐ γὰρ οἱ θετοὶ 47.361 μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τῆς φύσεως ἀνατρέπονται νόμοι. Μικρὸν εἰς ἀσελγείας λόγον πορνεία λοιπόν· καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν. Ἀγαπητὸν γὰρ εἶναι δοκεῖ τὸ δυνηθῆναι τὰ δίκτυα ταῦτα διαφυγεῖν, καὶ κινδυνεύει λοιπὸν περιττὸν εἶναι τὸ τῶν γυναικῶν γένος, τῶν νέων ἀντ' ἐκείνων πάντα τὰ ἐκείνων πληρούντων. Καὶ οὐ τοῦτό πω δεινὸν, ἀλλ' ὅτι καὶ μετὰ πολλῆς τολμᾶται τῆς ἀδείας μύσος τοσοῦτον, καὶ νόμος γέγονεν ἡ παρανομία. Οὐδεὶς δέδοικεν, οὐδὲ τρέμει λοιπόν· οὐδεὶς αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ γέλωτι τούτῳ, καὶ μαίνεσθαι δοκοῦσιν οἱ σωφρονοῦντες, καὶ παραπαίειν οἱ νουθετοῦντες· κἂν μὲν ἀσθενέστεροι τύχωσιν ὄντες, συνεκόπησαν ταῖς πληγαῖς· ἂν δὲ δυνατώτεροι, χλευάζονται, γελῶνται, μυρίοις πλύνονται σκώμμασιν. Οὐδὲν ὄφελος δικαστηρίων, οὐδὲ νόμων, οὐδὲ παιδαγωγῶν, οὐ πατέρων, οὐκ ἀκολούθων, οὐ