1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

33

προέθηκα αὐτὴν γυμνάσιον ἐσομένην σοι ἄλλ. ἐσόμενόν σοι φιλανθρωπίας. Καὶ ὀπίσω θεῶν ἑτέρων μὴ πορεύησθε εἰς κακόν. Καίτοι γε ἀεὶ τὸ σύνηθες φίλον· ὥστε καὶ ἂν μὴ ὡς Θεὸν θεραπεύσῃς, ὡς συνήθη τίμησον. Ὁρᾷς καὶ ἐνταῦθα πολλὴν τὴν εὐκολίαν οὖσαν; Καὶ οὐ τοῦτο μόνον ἱκανὸν αὐτοὺς ἀποτρέψαι, τό τε ἕνα ἀφεῖναι, καὶ συνήθη, τοῖς δὲ ξένοις καὶ ἀλλοτρίοις ἑαυτὸν ἐκδοῦναι· ἀλλὰ καὶ τὸ παρὰ πόδας ἀκολουθεῖν τὴν τιμωρίαν. ∆ιατί γὰρ ἐνταῦθα τέθεικε τὸ, Κακῶς εἶναι ὑμῖν; Ἵνα μή τις νομίσῃ τὸ ἑαυτοῦ σκοποῦντα ἀπάγειν αὐτοὺς τῆς πλάνης δι' ὑμᾶς οὐ βούλομαι ταῦτα ποιεῖν ὑμᾶς. Καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ. Ἄρα οὐ τείχους ἐστὶν, οὐδὲ στρατιωτῶν, οὐδὲ ὅπλων τὸ κατοικίζειν ἀνθρώπους, ἀλλὰ τῆς τοῦ Θεοῦ βοηθείας. Ἐν τῇ γῇ ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν. Τίνος ἕνεκεν τοὺς πατέρας εἰς μέσον ἤγαγεν; εἰώθασι πάντες ἄνθρωποι τῶν πατρῴων ἀντέχεσθαι μάλιστα, ὥστε καὶ τοῦτο πολυφίλητον ἐποίει τὴν γῆν· τοῦτο δὲ μεγίστη κατηγορία τῶν Ἰουδαίων, εἰ τὴν μὲν γῆν ὡς πατρίδα οὖσαν ἐφίλουν, τὸν δὲ Θεὸν ὄντα πατρῷον ἀπέφευγον. Εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε. Ὅρα πάντων τῶν κακῶν αἴτιον, τὸ θαῤῥεῖν ἑαυτῷ. Ἐπικατάρατος γὰρ ἄνθρωπος, ὃς πέποιθεν ἄνθρωπον. Οὐδὲν γὰρ οὕτως ἀπάγει τοῦ Θεοῦ, ὡς τὸ μὴ πάντα ἀνατιθέναι αὐτῷ. ∆ιὰ τοῦτο τὸν ἄνθρωπον δυνάμενον ἐν πολλοῖς καταστῆσαι ἀνενδεᾶ, συνεχῶς αὐτὸν ἀναρτᾷ πρὸς τὸν οὐρανὸν, καθάπερ τινὰ ἀνάγκην, τὴν συνεχῆ χρείαν ἐπιτιθεὶς τοῦ ἀναμιμνήσκεσθαι τοῦ ∆εσπότου. Ὁ γεωργὸς, ὁ πλωτὴρ ὑπομνήματα ἔχουσι συνεχῆ διὰ τὴν τέχνην· ἕκαστος καὶ μὴ βουλόμενος εἰς οὐρανὸν παιδευόμενος ἀναβλέπει. Καὶ ἤλθετε, καὶ ἔστητε ἐνώπιον ἐμοῦ. Πολλὴ ἡ ἀναισχυντία, μετὰ τὸ πρᾶξαι παραστῆναι τῷ δικαστῇ τῷ ταῦτα πάντα εἰδότι· ἐπιβῆναι τοῦ ναοῦ αὐτοῦ παρὰ τὸν τόπον τὸν ἱερόν. Τουτέστι συνθήκας ἔθεσθε πρὸς ἐμέ. Πανταχοῦ γὰρ αὐτοὺς ἀπὸ τῶν οἰκείων ὑποσχέσεων κρίνειν εἴωθε. Μὴ σπήλαιον λῃστῶν; Τίνος ἕνεκεν ταῦτά φησιν; Οὐκ εἰς προσευχὴν παρεσκεύασται, μὴ πρὸς ἁρπαγὰς, μὴ πρὸς μοιχείας, μὴ πρὸς ἀκαθαρσίας; ὥσπερ γὰρ ὁ Χριστός 64.837 φησιν, Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν· οὕτω καὶ ἐνταῦθα, ὅτι ἐπιόρκουν, καὶ ἐπὶ ἁρπαγμῷ συνθήκας ἐποιοῦντο. *Μὴ οἴεσθέ με κοινωνεῖν ὑμῖν τῶν κακῶν, καὶ συμπράττειν ὑμῖν ταῖς ἀδικίαις, οὐκ ἐλέγχοντα τὰ κακά· τουτέστι, Μὴ ὡς λῄσταρχόν με νομίζετε; *Καὶ ἰδοὺ ἐγὼ καὶ ἑώρακα, λέγει Κύριος. Τουτέστιν, Οὐ λανθάνει με ἡ περὶ τὰ εἴδωλα ὑμῶν θεραπεία. Λῃστὰς δὲ αὐτοὺς ἐκάλεσε, διὰ τὸ πλεονεκτικόν. *Ὅτι πορεύθητε εἰς τὸν τόπον Σιλὼμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν. Ὡς γὰρ ἐκείνου οὐκ ἐφεισάμην, οὕτως οὐδὲ τοῦ ναοῦ. Καίτοιγε ἀρχαιότερος ἐκεῖνός ἐστιν, ἀλλ' οὐδὲν ἀπώναντο τοῦ τόπου, ἀνάξιοι τοῦ Θεοῦ φανέντες. Καὶ νῦν ἀνθ' ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα. Πολλὴν λέγει τὴν κακίαν. Οὔτε κατ' αὐτὸν τὸν ἐν Σιλὼμ ἴσ. οὔτε γὰρ τὰ κατὰ τὸν ἐν Σιλ. τόπον, οὔτε τὸ διδάσκειν αὐτοὺς ὠφελήσει τι, φησίν. Ὅρα γὰρ αὐτοὺς μετὰ πόσης σπουδῆς ἀπήγαγε τῆς κακίας. Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Τοῦτο λέγει, οὐχ ἵνα ἀποστῇ προσευχόμενος, ἀλλ' ἵνα ἐκείνους φοβήσῃ. Ὥσπερ γὰρ ὅταν λέγῃ πρὸς Μωυσῆν, Ἄφες με, ἵνα αὐτὸν μὴ ἀφῇ· οὕτω καὶ πρὸς τοῦτον· Μὴ προσεύχου· ἵνα ἀκούσαντες ἐκεῖνοι καταπλαγῶσι, καὶ μὴ ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχωσιν. Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο, οὐκ ἂν καὶ τὰς αἰτίας ἐτίθει, μόνον οὐχὶ ἀπολογούμενος αὐτοῖς. *Καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτούς. Ἔπαθέ τι ὁ προφήτης ἀκούσας τοῦ ναοῦ τὴν ἅλωσιν. Εἶτα πείθων αὐτοὺς ὁ Θεὸς ἐπάγει· Ἢ οὐχὶ ὁρᾷς τί αὐτοὶ ποιοῦσι ἐν ταῖς πόλεσιν Ἰούδα; Τίνος ἕνεκεν οὐκ ἀκούεις, εἰπέ; Ὀργιζομένου ἦν, μηδὲ τὰς αἰτίας εἰπεῖν, βουλομένου δὲ ἰάσασθαι καὶ θεραπεῦσαι, θεῖναι τὴν πρόφασιν, ἵνα αὐτὴν ἀνελεῖν σπουδάσωσιν. Ἢ οὐχ ὁρᾷς, τί αὐτοὶ ποιοῦσιν;