33
σωτηρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀντιβολεῖ. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας ἑαυτοὺς ἐστέρησαν οἱ παρανομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. Τοῦτο δὲ παραίτιον τῆς ἀπ ωλείας, τὸ μὴ ἐκζητεῖν ἡμᾶς τὰ τοῦ Θεοῦ δικαιώματα. Καὶ οὐκ εἶπε μόνον, ὅτι οὐκ ἐπίστευσαν, ἀλλ', Ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Ἐν γὰρ τῷ κατα φρονεῖν ἡμᾶς τῶν ἐντολῶν τοῦ Θεοῦ, μακρύνει ἀφ' ἡμῶν τὴν σωτηρίαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. Οὗτος ὁ στίχος προφανῆ τὴν διάνοιαν ἔχει, καὶ οὐ δέεται λόγων εἰς ἑρμηνείαν· λέ γει γάρ· πολὺς τῆς σῆς φιλανθρωπίας ὁ πλοῦτος, δι καία σου ἡ ψῆφος· τὴν ἀπὸ τούτων σωτηρίαν αἰτῶ. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Πολλαῖς, φησὶ, περι στοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημέ νων οὐκ ἠνεσχόμην τι παραβῆναι. Καὶ τὴν ὑπόθεσιν εἰρηκότες τοῦ ψαλμοῦ εἴπομεν, ὡς ἅπαντα ὁ θεῖος ∆αυῒδ τὰ συμβεβηκότα αὐτῷ ἐν τούτῳ συνήγαγε τῷ ψαλμῷ, καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγε νημένοις αὐτῷ λυπηροῖς, τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσα λώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείρατος ἦν. Πολλοὶ οὖν τοὺς ἁγίους ἐδίωκον, καὶ εἰς θάνατον ἀπ ήγαγον, ἀλλ' αὐτοὶ ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ οὐκ ἐξ έκλιναν. Ἐμέμνηντο γὰρ τοῦ Κυρίου λέγοντος· Μακάριοι οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ὡσαύτως καὶ τοῦ ἀποστόλου Παύλου· Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τούτου ἕνεκεν διῆλθον διὰ πυρὸς καὶ ὕδατος οἱ μακάριοι καὶ ἀοίδιμοι μάρτυρες, καὶ ἔδωκαν τὰ σώματα αὐτῶν διὰ τὴν τοῦ Θεοῦ ὁμολογίαν καὶ ἀγάπην· ἀλλ' ἔχουσιν ἀντάμειψιν, γεγονότες σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξ ετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Οὕτως ὁ μακάριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ ∆εσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο· οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρήνησε. Τοιούτους χρὴ εἶναι ἡμᾶς, ἀδελφοί· ἐκτήκεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῶν ἀτάκτως περιπατούντων, καὶ ἐλέγχειν αὐτοὺς καὶ παρακαλεῖν, πρόδηλον τὴν ἡμετέραν ζωὴν διευθύνοντες· Ὁ γὰρ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆ θος ἁμαρτιῶν· εἰ δὲ ἀδιόρθωτοι μένουσι, στέλλεσθε ἀπὸ τῶν τοιούτων, ὡς ὁ Ἀπόστολος διδάσκει· Στέλλε σθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περι πατοῦντος· καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆ σόν με. Συνεχῶς ἐντολῶν καὶ δικαιωμάτων καὶ νόμων μνημονεύει καὶ μαρτυρίων, τὸν περὶ ταῦτα πόθον δει κνύς. ∆ιδάσκει δὲ ἡμᾶς τὸ ῥητὸν, ἵνα, κατὰ τὸν ἀδελφό θεον Ἰάκωβον, ἀγαπῶμεν μὴ λόγῳ καὶ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ. Οὕτω γὰρ ἂν ἐν τῷ ἐλέει τοῦ Θεοῦ ζησόμεθα. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. δʹ. Ἀψευδεῖς ἔχεις τὰς ὑποσχέσεις, ἀληθείᾳ τὰς ἐπαγ γελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς σου τοὺς λόγους. Ἐν τῇ κατ' ἀρχὰς τοίνυν κοσμογενείᾳ εἶπεν ὁ Θεὸς τῷ Ἀδάμ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ἐκράτη σεν οὖν αὐτὴ ἡ ἀπόφασις εἰς τὸν αἰῶνα· τὸ γὰρ παρα κοῦσαι Θεοῦ θάνατον ἐπεισφέρει. Ἔχει δὲ καὶ ἕτερον ὁ 55.705 λόγος. Γέγραπται γάρ· Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη· ὅς ἐστι Χριστός. ∆ι'