1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

33

δῆλον ὡς τῶν πολλαχῶς λεγομένων ἐστὶν ἡ ἡδονή. ὑφ' ἕτερον γὰρ καὶ ἕτερον γένος εἰσίν, ὡς αἱ σπουδαῖαι ἡδοναὶ καὶ αἱ φαῦλαι· καὶ αἱ μὲν ψευδεῖς, αἱ δὲ ἀληθεῖς· καὶ αἱ μὲν τῆς διανοίας μόνης κατ' ἐπιστήμην· αἱ δὲ μετὰ σώματος κατ' αἴσθησιν· καὶ αὐτῶν δὲ τῶν κατ' αἴσθησιν αἱ μέν εἰσι φυσικαί· αἱ δὲ οὔ· καὶ τῇ μὲν ἡδονῇ τῇ ἐν τῷ πίνειν ἀντίκειται ἡ ἐν τῷ διψῆν λύπη· τῇ δὲ κατὰ θεωρίαν οὐδέν. ταῦτα οὖν πάντα δείκνυσι τὴν ἡδονὴν ὁμώνυμον. τῶν δὲ σωματικῶν καλουμένων ἡδονῶν αἱ μέν εἰσιν ἀναγκαῖαι ἅμα καὶ φυσικαί, ὧν χωρὶς ζῆν ἀδύνατον· ὡς αἱ τροφαὶ αἱ τῆς ἐνδείας ἀναπληρωτικαὶ καὶ τὰ ἐνδύματα τὰ ἀναγκαῖα· αἱ δὲ φυσικαὶ μέν, οὐκ ἀναγκαῖαι δέ, ὡς αἱ κατὰ φύσιν καὶ κατὰ νόμον μίξεις. αὗται γὰρ εἰς μὲν τὴν διαμονὴν τοῦ παντὸς γένους συντελοῦσιν· δυνατὸν δὲ καὶ χωρὶς αὐτῶν ἐν παρθενίᾳ ζῆν· αἱ δὲ οὔτε ἀναγκαῖαι οὔτε φυσικαί, ὡς ἡ μέθη καὶ ἡ λαγνεία καὶ πλησμοναὶ τὴν χρείαν ὑπερβαίνουσαι. οὔτε γὰρ εἰς διαδοχὴν τοῦ γένους ἡμῖν συμβάλλονται, ὡς ἡ κατὰ νόμον συνουσία, οὔτε εἰς σύστασιν τῆς ζωῆς ἀλλὰ καὶ προσβλάπτουσιν. τῷ τοίνυν κατὰ θεὸν ζῶντι μόνας μεταδιωκτέον τὰς ἀναγκαίας ἅμα καὶ φυσικὰς ἡδονάς· τῷ δὲ μετ' ἐκεῖνον, ἐν δευτέρᾳ τάξει τῶν ἀρετῶν τεταγμένῳ, ταύτας τε καὶ τὰς φυσικὰς μέν, οὐκ ἀναγκαίας δὲ μετιτέον μετὰ τοῦ προσήκοντος καὶ τρόπου καὶ μέτρου καὶ καιροῦ καὶ τόπου· τὰς δὲ ἄλλας φευκτέον παντὶ τρόπῳ. ἁπλῶς δὲ ἡγητέον ταύτας εἶναι καλὰς ἡδονὰς τὰς μὴ συμπεπλεγμένας λύπῃ μήτε μεταμέλειαν ἐμποιούσας μήτε βλάβης ἑτέρας γεννητικάς, μήτε τοῦ μετρίου πέρα χωρούσας, μήτε τῶν σπουδαίων ἡμᾶς ἔργων ἀφελκούσας ἐπὶ πολὺ ἢ καταδουλούσας. κυρίως δέ εἰσιν ἡδοναὶ αἱ τῇ κατανοήσει τοῦ θείου καὶ ταῖς ἐπιστήμαις καὶ ταῖς ἀρεταῖς ἐπιγινόμεναί πως ἢ συμπεπλεγμέναι, ἅσπερ ἐν τοῖς κατὰ πρῶτον λόγον περισπουδάστοις θετέον, οὐκ εἰς τὸ εἶναι ἁπλῶς, οὐδὲ εἰς τὴν διαμονὴν τοῦ γένους, ἀλλ' εἰς τὸ εὖ εἶναι καὶ σπουδαίοις καὶ θεοφιλέσιν εἶναι συντελούσας, καὶ εἰς αὐτὴν τοῦ ἀνθρώπου τὴν κατὰ ψυχὴν καὶ τὸ νοερὸν τελειότητα, αἵπερ οὔτε θεραπεῖαί τινων παθῶν εἰσιν, ὡς αἱ τῆς ἐνδείας ἀναπληρωτικαί, οὔθ' ὅλως λύπην ἔχουσι προηγουμένην ἢ ἑπομένην ἢ ἀντικειμένην, ἀλλ' εἰσὶ καθαραὶ καὶ ἄμικτοι πάσης ὑλικῆς συμπλοκῆς, ψυχικαὶ μόνον οὖσαι. καὶ γὰρ κατὰ Πλάτωνα τῶν ἡδονῶν αἱ μέν εἰσι ψευδεῖς, αἱ δὲ ἀληθεῖς· ψευδεῖς μέν, ὅσαι μετ' αἰσθήσεως γίνονται καὶ δόξης οὐκ ἀληθοῦς, καὶ λύπας ἔχουσι συμπεπλεγμένας· ἀληθεῖς δὲ ὅσαι τῆς ψυχῆς εἰσι μόνης αὐτῆς καθ' ἑαυτὴν μετ' ἐπιστήμης καὶ νοῦ καὶ φρονήσεως, καθαραὶ καὶ ἀνεπίμικτοι λύπης, αἷς οὐδεμία μετάνοια παρακολουθεῖ ποτε. καλοῦσι δὲ τὰς ἐπακολουθούσας τῇ θεωρίᾳ καὶ ταῖς καλαῖς πράξεσιν ἡδονὰς οὐ πάθη ἀλλὰ πείσεις. τινὲς δὲ κυρίως τὴν τοιαύτην ἡδονὴν χαρὰν λέγουσιν. ὁρίζονται δὲ τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητήν. ἔοικεν δὲ οὗτος ὁ ὅρος τῆς σωματικῆς μόνης ἡδονῆς εἶναι. αὕτη γὰρ ἀναπλήρωσίς τίς ἐστι καὶ ἰατρεία τῆς σωματικῆς ἐνδείας, καὶ τῆς προσγενομένης διὰ τὴν ἔνδειαν λύπης. ῥιγοῦντες γὰρ ἢ διψῶντες τὴν ἐκ τοῦ ῥίγους καὶ τῆς δίψης θεραπεύοντες λύπην, ἐν τῷ θάλπεσθαι καὶ πίνειν ἡδόμεθα. κατὰ συμβεβηκὸς οὖν εἰσιν ἀγαθαὶ καὶ οὐ καθ' ἑαυτὰς οὐδὲ φύσει. ὡς γὰρ τὸ ὑγιάζεσθαι κατὰ συμβεβηκός ἐστιν ἀγαθόν, τὸ δὲ ὑγιαίνειν φύσει καὶ καθ' ἑαυτό· οὕτω καὶ αὗται κατὰ συμβεβηκός εἰσιν ἀγαθαί, ἰατρεῖαί τινες οὖσαι· αἱ δὲ τῆς θεωρίας ἡδοναὶ καθ' ἑαυτάς εἰσιν ἀγαθαὶ καὶ φύσει. οὐ γὰρ ἐπ' ἐνδείᾳ γίνονται. δῆλον οὖν ἐντεῦθεν ὡς οὐ πᾶσα ἡδονὴ τῆς ἐνδείας ἐστὶν ἀναπληρωτική. εἰ δὲ τοῦτο, οὐχ ὑγιὴς ὁ ὅρος ὁ λέγων γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι τὴν ἡδονήν. οὐ γὰρ πάσας περιλαμβάνει τὰς ἡδονάς, ἀλλὰ παραλείπει τὴν ἐκ τῆς θεωρίας. καὶ Ἐπίκουρος δὲ τὴν ἡδονὴν ὁριζόμενος παντὸς τοῦ λυποῦντος ὑπεξαίρεσιν τὸ αὐτό φησι τοῖς λέγουσι γένεσιν εἰς φύσιν αἰσθητήν. τὴν γὰρ ἀπαλλαγὴν τοῦ λυποῦντος ἡδονὴν εἶναί φησιν. ἐπειδὴ δὲ οὐδεμία γένεσις τοῖς οἰκείοις ἀποτελέσμασιν ὁμογενής ἐστιν ἢ συγγενής, οὐδὲ τὴν γένεσιν τῆς ἡδονῆς ἡδονὴν ἡγητέον, ἀλλὰ παρὰ τὴν ἡδονὴν ἄλλο τι· ἐν τῷ γίνεσθαι μὲν γὰρ ἡ γένεσίς