1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

34

7.8.4 Μάχεσθαι πρὸς τὴν ἀληθείαν καὶ μὴ προσκυνεῖν τὸν ταῦτα ποιοῦντα, ἀλλὰ διασύρειν τὸν εὐεργέτην· μὴ θαυμάζειν τὴν δύναμιν, ἀλλ' ἐξευτελίζειν πειρᾶσθαι τὰ πράγματα. Πείσθητε καὶ παρὰ τῶν γονέων, ὦ Φαρισαῖοι, ὅτι μετὰ τῆς τυφλότητος ἐτέχθη ὁ ἄνθρωπος· καὶ πάλιν ἐπὶ τὸν τυφλὸν ἀνατρέχετε, ἐκ δευτέρου καὶ τρίτου παρ' ἐκείνου πληροφορούμενοι τῶν κακῶν ἐπιχειρημάτων καὶ τῶν ἐπιβουλῶν. 7.8.5 Ἀλλ' ὅτ' ἂν τῆς πρώτης ἐκπέσητε πείρας, ἐπὶ τὴν δευτέραν χωρεῖτε· ὅτ' ἂν τῆς δευτέρας, ἐπὶ τὴν τρίτην· ὅτ' ἂν τῆς τρίτης ἐπὶ τὴν καθεξῆς. Ἀλώπεκος κακουργούσης ἀναστρέφεσθε δρόμους καὶ πανταχοῦ μὲν ὑμᾶς τὰ δίκτυα τῆς ἀληθείας περιεστοίχισται· ἄφυκτος δὲ ἡ ἀπὸ θαυμασίου διέξοδος. Ὅμως δὲ πάσης οὐκ ἀμελεῖτε πλοκῆς ἱστὸν ἀράχνης ὑφαίνοντες, ποικίλως μέν, ἀλλ' ἀσθενῶς καὶ ἀνηνύτως ἐπιβουλεύοντες. 7.9.1 Πατρικὸν ὑμῶν τὸ νόσημα. Ἀπίστων πατέρων ὅμοιοι παῖδες. Τοιοῦτοι κἀκεῖνοι τὸν τρόπον περὶ τὰ θαυμάσια τὰ κατ' Αἴγυπτον. Ἐκ πολέμων ἐσώζοντο καινῶς καὶ παρ' ἐλπίδας καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν· ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττώντων ἦσαν πλέον ἀχάριστοι· μάννα ὑπεδέχοντο οὐρανόθεν πεμπόμενον καὶ τῶν Αἰγυπτιακῶν σκορόδων τε καὶ κρομμύων τὴν δυσωδίαν ἐπόθουν· 7.9.2 στύλῳ νεφέλης τὴν ἡμέραν ἐπεσκιάζοντο, ἵνα μὴ τῇ θέρμῃ τῆς ἡλιακῆς ἀκτῖνος ταλαιπωρήσωσι, καὶ στύλῳ πυρὸς ἐν νυκτὶ κατελάμποντο ἄλλον φωστῆρα καινὸν παρὰ τὴν σελήνην λαβόντες ἐξαίρετον, καὶ ὡς οὐδεμίας ἐνεργείας θεϊκῆς ἀπολαύοντες οὕτως καινοὺς καὶ μετεώρους ἐζήτουν θεοὺς εἰσπράττοντες, ἵνα μικρὸν ἐπὶ τοῦ ὄρους κατασχεθεὶς Μωϋσῆς ἐν τῇ δόσει τοῦ νόμου τὴν ἐπάνοδον παρελκύσῃ. 7.9.3 Ὑμεῖς ἀληθῶς κληρονόμοι τῆς ἐκείνων ἀγνωμοσύνης καὶ τὸν νόμον οὐκ ἀγαπήσαντες καὶ τὴν χάριν μισοῦντες, οὐ ῥάβδου καρυΐνης ἐπιστασίας, ἀλλὰ σιδηρᾶς χρῄζοντες. 7.10.1 Ἄνθρωπον ὁρᾶτε παρελθόντα μὲν εἰς φῶς, ἐν σκότῳ δὲ μέχρι πόρρω τῆς ἡλικίας διατελέσαντα ἀνενέργητον τὰς ὄψεις, ἀλλοτρίοις ὀφθαλμοῖς ὁδηγούμενον, καθ' ἡμέραν πρὸ τοῦ ἱεροῦ καθήμενον, δημο σιεύοντα τὴν συμφοράν, ἵνα πολλοὺς εἰς ἔλεον ἐφελκύσηται, τὴν πόλιν ἔχοντα τοῦ πάθους μάρτυρα, βλέποντα νῦν καὶ ἰαθέντα ταχέως, οὐ φαρμάκων ποικίλων συνθέσει, οὐδὲ σιδήρου τομαῖς, ἀλλὰ πηλῷ μόνῳ, καὶ τούτου διὰ σιέλου γενομένου· 7.10.2 καὶ πῶς οὐ τεθήπατε, οὐκ ἐκπλήτ τεσθε, οὐ καταβάλλοντες εἰς γῆν προσκυνεῖτε τὸν ἀπὸ γῆς ὀφθαλμοὺς κτίσαντα καὶ σέβετε τὴν θεϊκὴν ἐνέργειαν; Φθόνῳ δὲ διαρρήγνυσθε καὶ ζηλοῦτε τὸν Θεὸν ὡς ἀντίτεχνον, ὡς δημιουργοὶ δημιουργόν, ὡς ὁμόφυλοι τὸν ὁμότιμον. 7.10.3 Καὶ παλαιᾶς μὲν ἐντυγχάνοντες βίβλοις, ὅσαι ἐπὶ τῇ τοῦ λαοῦ οἰκονομίᾳ ἐγράφησαν, καὶ ὅσαι τὰς τῶν βασιλέων ἀρχὰς καὶ τὴν ἐπ' ἐκείναις ἱστορίαν σαφῶς ἐκδιδάσκουσιν, εὐπειθῶς περὶ ἑκάστου τὰ λεγόμενα παραδέχεσθε, ὡς Μωϋσέα μὲν μικροῦ δέοντος νομίζειν Θεὸν καὶ Ἑλισσαῖον ὑπερθαυμάζειν καὶ τὸν τούτου διδασκάλον τὸν Θεσβίτην ὑμνεῖν· 7.10.4 καὶ πάντας τοὺς καθ' ἑκάστην γενεὰν ἁγίους τοὺς ἐνεργηθέντας παρὰ Θεοῦ καὶ τὰ μεγάλα καὶ ἀοίδιμα καταπραξαμένους, ἰσαγγέλους ἀνάγετε ταῖς τιμαῖς· οὐδὲν δὲ ζυγομαχεῖτε περὶ τῶν ἀρχαίων, οὐδὲ ἀθετεῖτε τὴν τῶν πατέρων ἐξήγησιν, καὶ ταῦτα πεφυκότων ἀνθρώπων μὴ λίαν εὐκόλως ἀνάγεσθαι πρὸς τὴν πίστιν τῆς ἀκοῆς· 7.10.5 ὃ δὲ ὀφθαλμοῖς ὑστέροις ἐπὶ τῶν ὀφθαλμῶν εἴδετε καὶ ἃ τοῖς δακτύλοις ἔξεστι ψηλαφῆσαι καὶ ἀκριβῶς τῇ αἰσθήσει καταλαβεῖν, ταῦτα ἀπίστως καὶ ἀγνωμόνως ὁμοῦ κακουργεῖτε καὶ προφητείας καταπατοῦντες καὶ τὴν ἔκβασιν τῶν προρρήσεων ἀνατρέποντες. Τὰ γὰρ νῦν ἐπὶ τῆς πείρας ὁρώμενα καὶ πάλαι φθάσας Ἡσαΐας διὰ τῶν λόγων ἐδίδαξεν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιγήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου. 7.10.6 Ταῦτα οὐ Πέτρου καὶ Ἰωάννου τὰ ῥήματα,