1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

34

Χριστοῦ, μακάριοί ἐστε· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται·" καὶ ὡς ἡνίκα τὸν ὀφθέντα τῷ Ἡσαΐᾳ ἐπὶ θρόνου θεϊκοῦ ἐπηρμένον καὶ 39.744 δοξαζόμενον βασιλέα καὶ Κύριον δυνάμεων, ὁ Ἀπόστολος τὸ ἅγιον εἶναι δείκνυσι Πνεῦμα· καὶ ὡς ὅταν ὁ αὐτὸς ἐπιστέλλῃ, κοινωνίαν εἶναι φάσκων τῷ Πνεύματι πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν, δῆλον δὲ ὅτι θεότητος, καὶ βασιλείας, καὶ δόξης, ὡς προείρηται καὶ αὖθις ῥηθήσεται· οὕτως Κορινθίοις ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ· "Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος·" καὶ ἑτέρωθί φησιν· "Εἴ τις κοινωνία Πνεύματος." Ἐφεσίοις δέ· "Σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης." Κατανόησον, ὡς ἑνότητα εἶπεν διὰ τὴν πρὸς τὸν Πατέρα τῆς φύσεως ἕνωσιν. Καὶ πάλιν Κορινθίοις· "Ἢ οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς. ∆οξάσατε δὴ τὸν Θεὸν τὸν ἐν τοῖς σώμασιν ὑμῶν·" τοῦτ' ἔστιν, τὸ ἅγιον Πνεῦμα. Καὶ πάλιν προαναφωνήσας, "Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν," ἐπάγει· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·" καὶ πάλιν· "Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ;" παραπλησία τῷ ὑπὸ Ἰωάννου εἰρημένῳ· "Ἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας." Καὶ ὁ σοφὸς Ζοροβάβελ φησίν· "Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·" ἀλήθειαν δὲ τὸ ἅγιον Πνεῦμα λέγει, ὡς ἀνωτέρω μεμαρτύρηται. Καὶ αὐτὸ δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ διὰ τοῦ Ψαλμῳδοῦ λέγει· "Τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενηθήσονται." Ὅτι δὲ καὶ συμπροσκυνεῖται τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁ προπάτωρ ἐδίδαξεν ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, τὴν ἁγίαν ὁμοτίμως δε 39.745 ξιωσάμενος καὶ προσκυνήσας Τριάδα, ὡς ἐν τῷ πρώτῳ εἴρηται λόγῳ. Καὶ ὁ Παῦλος δὲ ἔγραψεν, ὡς ἀνωτέρω εἰς τὰς θεολογίας τοῦ Πνεύματος ἐδείχθη, ὅτι "Πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει." Αἱρετικοὶ δὲ, τῷ περὶ τὸ βάπτισμα δεσποτικῷ θεσπίσματι καὶ τῷ Ἀποστόλῳ ἀντινομοθετοῦντες, καὶ περὶ πλείονος ποιούμενοι, μήποτε φωραθεῖεν ἀπηχὲς μὴ προέμενοι κατὰ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, κατ' οἰκείαν ὥσπερ σύνθεσιν τὴν δοξολογίαν ἀναπέμπουσι. ΚΕΦ. Κ∆ʹ. Τοὺς δὲ ἀντιδιαταττομένους καὶ ἰδίαις παραδόσεσιν ἐναμείβοντας τὴν ἐντολὴν τοῦ Θεοῦ, μάτην ἐλπίζειν τῆς βασιλείας αὐτοῦ τυχεῖν ὁ Σωτὴρ διδάσκων ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, τοῖς Φαρισαίοις παραπλήσια αἱρετικοῖς φρονήσασιν εἶπε· "∆ιὰ τί ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε; Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ, Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ, ἢ τῇ μητρὶ, Κορβὰν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφελήθης· καὶ οὐκ ἔτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ, ἢ τῇ μητρὶ αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν." Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ τοῦ φιλοψύχου Θεοῦ νόμος παρακελεύεται μὴ ἀθετεῖσθαι, μήτε κακηγορεῖσθαι πατέρας, καθὰ προγέγραπται· ὡς δ' αὖ πάλιν ἀγαπᾶσθαι τοὺς παῖδας ὑπ' αὐτῶν, καὶ μὴ παροργίζεσθαι προστάττει. Τὸ δὲ Ἰσραηλιτῶν ἔθος ἐβούλετο ἕκαστον τοῦ λαοῦ, ἀφιεροῦντα ἑαυτὸν τῷ ναῷ, φανερὰ πρὸς τὴν δύναμιν προσφέρειν τῷ ἱερῷ, ἅτινα ἐλέγετο Κορβὰν, ὃ ἑρμηνεύεται δῶρον, ὡς δὴ τῷ Θεῷ ἀνακείμενα· κέρδος δὲ ἐγίνετο τῶν ἱερέων. Ὀκνηρῶς οὖν ἐχόντων μάλιστα τῶν πατράσι τὰ ἀναγκαῖα χορηγεῖν ὀφειλόντων πρὸς τοῦτο τὸ δῶρον, καὶ καλῶς