1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

34

ἐπειδὴ ἐγγὺς, καὶ οὐκ εἰς μακρὰν τὴν ἀσέβειαν εἰργάζοντο. Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, τοῦ ποιῆσαι χαυῶνας. Ὁρᾷς σπουδήν· ὁρᾷς μετὰ προθυμίας τὴν ἀσέβειαν γιγνομένην; Τί ἐστι, χαυῶνας; Πόπανα ἄλλ. πέμματα, φησὶν, ἄρτους. Ἔδειξε πάντας περὶ τὸ κακὸν ῥέποντας. Τὸ δὲ, Τρίβουσι στέαρ, φύρουσιν, ἔχει ὁ Ἑβραῖος τόδε· Τοῦ ποιῆσαι χαβῶνας, τουτέστιν, ἄρτους μεγάλους. Τὸ γὰρ χαβῶνας ἐστὶ λέξις Ἑβραϊκή· σημαίνει δὲ τὸ ἀπὸ μέτρον ἑνὸς τοῦ λεγομένου μοδίου γιγνόμενον 64.840 ἄρτον. Στρατιὰν δὲ οὐρανοῦ λέγει, τὸν ζωδιακὸν κύκλον. Καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις. Οὐδὲ ἡ πενία κωλύει τὴν θυσίαν. Καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς. Οὐκ ἔχουσι πρόβατα· καὶ ὅμως ἀπὸ τῶν ἐνόντων ἀσεβοῦσι. Τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Τοὺς ἀστέρας ἐνταῦθά φησι· στρατιὰν δὲ οὐρανοῦ τίνος ἕνεκέν φησι; ∆εικνὺς ὅτι οὐκ ἐν αὐτοῖς τὸ τῆς δεσποτείας ἀξίωμα, ἀλλ' ἕτερός ἐστιν ὁ βασιλεύς. Τί οὖν ὅταν λέγῃ τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ; Αὐτόθι κατὰ τὴν ὑπόνοιαν λέγει τὴν ἐκείνων· ἐκείνων γάρ ἐστιν ἡ λαλιά. Μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος. Οὐχὶ ἑαυτούς; Μὴ γὰρ ἐγὼ πάσχω δεινόν τι; ναὶ τοῦτο, φησὶν ἴσ. ἀλλ' αὐτοὶ, φησὶν, ἵνα ἑαυτοὺς καταισχύνω ἴσ. καταισχύνωσι· ὁ γὰρ ὑβρίζων ἐστὶν ὁ παθὼν, καὶ ὅταν μηδὲν ὁ ὑβριζόμενος πάσχῃ δεινὸν, ἀποστήσεται τῆς ὕβρεως, ὡς οὐδὲν πλέον παραινῶν ἴσ. περαίνων. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος. Πανταχοῦ τὸ, Λέγει Κύριος, ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον· ἵνα μὴ πάλιν τὸ ἀόργητον εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλῃ. Ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται. Τίνος οὖν ἕνεκεν ἐπὶ ταῦτα; εἰπέ μοι. Πρῶτον μὲν ἐπειδὴ ταῦτα ἄχρηστα ἤμελλε γίνεσθαι· δεύτερον ἵνα τὴν ἐπιτεταμένην δείξῃ τῆς ὀργῆς ὁρμήν. Εἰ γὰρ καὶ ἄνθρωπος ἀναιρεῖται καὶ ναὸς καθαιρεῖται, σχολῇ γ' ἂν ἤμελλε φείδεσθαι τῶν ἀλόγων. Ὅτι οὐκ ἐλάλησα, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς. Ὅσα μὴ κατὰ τὸν προηγούμενον λόγον ἐπιτάττει, οὐδὲ αὐτοῦ φησιν εἶναι συμβουλήν· καὶ ὥσπερ ὅταν λέγῃ· Μὴ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Καίτοιγε ἑκόντος αὐτοῦ κολάζεται. Καὶ οὐκ ἤκουσάν μου. Μέγας οὗτος ὁ μισθὸς, Καὶ οὐκ ἤκουσάν μου. Καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον, καὶ οὐ μὴ ἀκούσωσιν. Τουτέστιν, οὐκ ἐπιστραφήσονται. Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀνάλαβε. Πρὸς τὸν προφήτην τοῦτο λέγεται, ὃ πένθους σύμβολον ἦν. Ἐπειδὴ γὰρ ἀναισθήτως πρὸς τὰ οἰκεῖα διέκειντο κακὰ, κελεύει θρηνεῖν αὐτὸν, καὶ πενθεῖν· ταῦτα καὶ ἐπὶ τῶν μαινομένων ποιοῦμεν συμπάσχοντες ἐκείνοις μόνον. Καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον. Καλῶς φησι, μὴ κατὰ διάνοιαν· τοῦτο γὰρ εἶχε, καὶ ἔστενεν. Ἀλλὰ δημοσίευσον, φησίν. Καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα, ὅτι. Οὐχὶ πάντας ἁπλῶς, ἀλλὰ τὴν ποιοῦσαν ταύτην. Ὄντως γὰρ, ὄντως θρήνων ἀξία αὕτη καὶ ὀδυρμῶν, 64.841 ὅταν τις ἀδόκιμος παρὰ τῷ Θεῷ φαίνηται. Ποῦ γὰρ ἔσται δόκιμος λοιπόν; Ὅτι ἐποίησαν ἐναντίον ἐμοῦ. Οὐχὶ κρυπτόμενοι, οὐδὲ λανθάνοντες· καὶ πῶς τὸν ἀκοίμητον ὀφθαλμὸν κρύψαι δύναιντο; Τί οὖν αἰνίττεται τὸ, Ἐνώπιόν μου; Ἐν τῷ ναῷ μου. Ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου, τοῦ μιᾶναι αὐτόν. Εἶδες μανίαν; Εἶδες παραπληξίαν; οὐδὲ λανθανόντως, ἀλλὰ πεπαῤῥησιασμένως ἅπαντα ἐποίουν ἐμπαροινοῦντες εἰς τὴν τοῦ Θεοῦ δόξαν, ὥσπερ ἂν εἴ τις τύραννον εἰς τὰ βασίλεια εἰσαγάγοι, τὸν βασιλέα ἀπελάσας. Πῶς οὖν φατε, Ναὸς Κυρίου, ναὸς Κυρίου ἐστί; Πῶς ὑμῶν προστήσεται ὁ ἠδικημένος; Πῶς ὑμᾶς ὁ ὑβρισμένος σώσει; Κατήγορος ὑμῶν ἔσται πικρός. Καὶ καλέσεις αὐτοὺς, καὶ οὐ μὴ ἀποκριθῶσί σοι. Καλέσεις, τουτέστι, προτρέψεις αὐτοὺς εἰς μεταμέλειαν, καὶ οὐδὲν ὄφελος ἐκ τῶν λόγων ἔξουσιν. Καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφέθ. Τουτέστι τὸν βωμὸν τοῦ Πλούτωνος· ὡς ἀεὶ τῷ θανάτῳ ἐπενδόντες, ὥστε ἐπὶ πολὺ ζῇν. Βωμὸν Ταφὲθ ἐπ' εἰδωλείῳ τινὶ, ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τὸν ἐλαιῶνά φησι. Ὅρα καὶ τοὺς τόπους, οὐ τὰς ἐρήμους ἄλλ. ἐρημίας