1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

34

βούλει, φησὶν, ὡς ἀδελφὸς ἐλεῆσαι; οὐ βούλει ὡς ἀνθρώπῳ ὄντι δοῦναι συγγνώμην; οὐ βούλει ὡς πνευματικὸς χεῖρα ὀρέξαι; Τὰ κατὰ σαυτὸν σκόπησον, καὶ οὐ δεήσῃ τοῦ συμβουλεύοντος, ὥστε βοηθῆσαι τῷ κειμένῳ, ἀλλ' οἴκοθεν καὶ παρὰ σαυτοῦ δέξαι τὴν παραίνεσιν. Πῶς καὶ τίνι τρόπῳ; Σκοπῶν σεαυτὸν, φησὶ, μὴ καὶ σὺ πειρασθῇς. Οὐκ εἶπε, Πάντως γὰρ καὶ σὺ ἁμαρτήσῃ, ἵνα μὴ φορτικώτερον ποιήσῃ τὸν λόγον· ἀλλὰ πῶς; Μή ποτε καὶ σὺ πειρασθῇς. Ἴσως δὲ ἁμαρτήσῃ, ἴσως δὲ οὐχ ἁμαρτήσῃ. Ἐπεὶ οὖν ἄδηλον τὸ μέλλον, προαπόθου σοι φιλανθρωπίας ἔρανον, δι' ὧν εἰς τὸν πλησίον ποιεῖς, ἤν ποτε περιτραπείης, πολλὴν εὑρήσεις συγγνώμης ἀποθήκην ἀποκειμένην. Οὐκ εἶπε, Μή ποτε καὶ σὺ ἁμάρτῃς, μή ποτε καὶ σὺ πέσῃς· προσέχετε ἀκριβῶς τῇ δυνάμει τῶν ῥημάτων αὐτῶν· ἀλλὰ, Μή ποτε καὶ σὺ πειρασθῇς. Ἔδειξεν ὅτι πειρατὴν ἔχομεν ἐχθρόν· ὁ δὲ πειρατὴς οὐχ ὡμολογημένον τῆς ἐπιθέσεως τὸν καιρὸν ἔχει, ἀλλὰ πολλάκις ἡμῖν καὶ καθεύδουσι καὶ ῥᾳθυμοῦσιν ἐπιτίθεται· διὰ τοῦτο κἀκεῖνος ὁ προληφθεὶς συγγνώμης ἄξιος, ἐπειδὴ ὑπὸ πειρατοῦ ἑάλω. Οὐ γὰρ ἦν αὐτῷ φανερὰ ἡ μάχη, οὐδὲ ὡμολογημένος ὁ καιρὸς τοῦ πολέμου, ἀλλὰ ἀγνοοῦντι ἐπέθετο, καὶ διὰ τοῦτο περιεγένετο. Οὕτω καὶ οἱ πλέοντες τὴν θάλατταν τὴν μεγάλην ταύτην καὶ εὐρύχωρον ποιοῦσι. Κἂν ἐξουρίων αὐτοῖς φέρηται τὸ σκάφος, κἂν πάσης ἀπολαύωσιν ἀσφαλείας, ἴδωσι δὲ πόῤῥωθεν ναυαγήσαντας ἑτέρους, οὐ πρὸς τὴν οἰκείαν εὐ 54.623 πρέπειαν βλέποντες, τῆς ἐκείνων καταφρονοῦσι συμφορᾶς· ἀλλὰ τὸ πλοῖον στήσαντες, καὶ τὰς ἀγκύρας χαλάσαντες, καὶ τὰ ἱστία καθελόντες, ἐξακοντίζουσι σχοίνους, καὶ ῥίπτουσι σανίδας, ὥστε ἐκεῖνον τὸν ὑπὸ τῶν κυμάτων βαπτίζεσθαι μέλλοντα ἑνὸς τούτων ἐπιλαμβανόμενον, διαφεύγειν τὸ ναυάγιον. Μίμησαι τοίνυν καὶ σὺ τοὺς ναύτας, ἄνθρωπε· καὶ γὰρ καὶ σὺ θάλατταν πλέεις μεγάλην καὶ εὐρύχωρον, τὸ μῆκος τοῦ παρόντος βίου, θάλατταν θηρία ἔχουσαν καὶ πειρατὰς, θάλατταν σκοπέλους ἔχουσαν καὶ σπιλάδας, θάλατταν ὑπὸ κυμάτων ταραττομένην πολλῶν καὶ χειμώνων· καὶ πολλοὶ πολλάκις καὶ ἐν τῇ θαλάττῃ ταύτῃ ναυαγίῳ περιπίπτουσιν. Ὅταν οὖν ἴδῃς τινὰ τῶν πλεόντων ὑπό τινος περιστάσεως διαβολικῆς ἀπολέσαντα τὸν πλοῦτον τῆς σωτηρίας, καὶ κλυδωνιζόμενον, καὶ μέλλοντα ὑποβρύχιον γίνεσθαι, στῆσόν σου τὸ πλοῖον, κἂν ἑτέρωθι σπεύδῃς, προνόησον τῆς ἐκείνου σωτηρίας, τὰ κατὰ σαυτὸν ἀφείς. Οὐ γὰρ ἀνέχεται ἀναβολῆς, οὐδὲ βραδυτῆτος ὁ βαπτίζεσθαι μέλλων. Ἐπίστηθι τοίνυν ταχὺ, ἐξάρπασον αὐτὸν ὀξέως τοῦ κλυδωνίου, πάντα κίνησον κάλων ὥστε αὐτὸν ἀνιμήσασθαι ἐκ τοῦ βάθους τῆς ἀπωλείας· κἂν μυρία σε ἕλκῃ πράγματα, μηδὲν ἔστω τῆς σωτηρίας τοῦ κάμνοντος ἀναγκαιότερον· κἂν γὰρ μικρὸν ἀναβαλέσθαι βουληθῇς, προδώσεις αὐτὸν τῇ τοῦ χειμῶνος ὀξύτητι. ∆ιὸ τάχους ἡμῖν ἐν ταῖς τοιαύταις συμφοραῖς δεῖ, τάχους καὶ σπουδῆς ἐπιτεταμένης. Ἄκουσον πῶς Παῦλος ἐπείγεται, καὶ ἑτέρους διανίστησι πολλοὺς, ἰδών τινα ἄνθρωπον βυθίζεσθαι μέλλοντα. Κυρώσατε εἰς αὐτὸν ἀγάπην, φησὶ, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. ∆ιὰ τοῦτο κελεύει ταχέως ὀρέξαι χεῖρα, ἵνα μὴ, μελλόντων ἡμῶν καὶ ἀναβαλλομένων, φθάσῃ καταποθῆναι ἐκεῖνος. Γινώμεθα τοίνυν κηδεμονικοὶ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Τοῦτο κεφάλαιον τῆς καθ' ἡμᾶς πολιτείας ἐστὶ, τοῦτο γνώρισμα, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον, ἀλλὰ καὶ τὰ μέλη ἡμῶν διεστραμμένα διορθοῦν καὶ καταρτίζειν· τοῦτο δεῖγμα τῆς πίστεως μέγιστον· Ἐν τούτῳ γὰρ γνώσονται, φησὶ, πάντες ὅτι μαθηταί μου ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἀγάπην δὲ δείκνυσι γνησίαν οὐ κοινωνία τραπέζης, οὐδὲ πρόσρησις ψιλὴ, οὐδὲ κολακεία ῥημάτων, ἀλλὰ τὸ διορθῶσαι καὶ σκοπῆσαι τὸ συμφέρον τοῦ πλησίον, τὸ τὸν πεπτωκότα διαναστῆσαι, τὸ τῷ κειμένῳ χεῖρα ὀρέξαι τῆς οἰκείας ἀμελήσαντι σωτηρίας, καὶ πρὸ τῶν οἰκείων ἀγαθῶν τὰ τοῦ πλησίον ζητῆσαι. Τοῦτο ἀγάπης γνησίας. Ἡ γὰρ ἀγάπη τὰ αὑτῆς