1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

34

τῶν Ἰουδαίων. Οὐδὲ γὰρ προστασίας ἔφησαν δεῖσθαι τῆς ταῖς γυναιξὶ προσηκούσης ὑπὸ ἀνδρῶν παρέχεσθαι, ἀλλὰ ἀτελῆ τῆς λειτουργίας αὐτὸν ἀφεῖναι ταύτης καὶ στέργειν καὶ ἀγαπᾶν, εἰ ἁπλῶς γοῦν καὶ ὡς ἔτυχε τοῦ τῆς χηρείας ἀπαλλάγειεν ὀνόματος. Τοῦτο γάρ ἐστιν· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν· ἐπειδὴ τὸ παλαιὸν ὄνειδος εἶναι τοῦτο ἐδόκει. Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Ἐπειδὴ σφόδρα κατέσεισε τὴν διάνοιαν αὐτῶν τῇ τῶν λυπηρῶν ἀπειλῇ, καὶ τὴν συμφορὰν ἐναργῶς ἐτραγῴδησε καὶ μακρὸν ἀπέτεινε λόγον τὰ φοβερὰ διηγούμενος, μεταβάλλει λοιπὸν ἐπὶ τὰ χρηστότερα. Τοῦτο γὰρ ἰατρείας ἀρίστης τρόπος, μὴ τέμνειν μηδὲ καίειν μόνον, ἀλλὰ καὶ τὰς ἐκεῖθεν γινομένας ὀδύνας προσηνέσι παραμυθεῖσθαι φαρμάκοις· τοῦτο δὴ καὶ αὐτὸς ποιεῖ. Οὐ γὰρ δὴ εἰς τὰ σκυθρωπὰ καταλύσειν ἔφησε τὸ πᾶν, ἀλλὰ τῶν πονηρῶν ἐκ μέσου ληφθέντων διαδέχεσθαι τὰ χρηστότερα· καὶ οὐκ ἀπαλλαγὴν ἔσεσθαι μόνον τῶν ἀηδῶν, ἀλλὰ καὶ πολλὴν τὴν περιφάνειαν καὶ μεγάλην τὴν λαμπρότητα. Τοῦτο γὰρ ἐπίλαμψιν Θεοῦ καλεῖ, τὸ σκότος τῆς ἀθυμίας λύουσαν καὶ φαιδρὰν ποιοῦσαν ἡμέραν καὶ περιφανεῖς καθιστῶσαν. Τὸ δέ· Ἐν βουλῇ, ὅτι συνετῶς, φησί, πάντα ἐργάσεται καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ἵνα μάθῃς ὅτι οὐ συντυχίας τινὸς ἡ σωτηρία γέγονε τῶν διαφυγόντων τὸν κίνδυνον, ἀλλ' ἐκ τῆς ἄνωθεν ψήφου τειχισθέντες καὶ ἐν μέσοις τοῖς δεινοῖς ὄντες οὐχ ἑάλωσαν, διὰ τοῦτό φησιν· Ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Οἱ ἀφορισθέντες, φησίν, οἱ δοκιμασθέντες, οἱ τυπωθέντες, μηδὲν παθεῖν δεινόν. Εἰκότως δὲ αὐτοὺς ἁγίους καλεῖ δεικνὺς ὅτι οὐχ ἁπλῶς ὁ ἀφορισμὸς αὐτοὺς ἀπήλλαξεν, οὐδὲ ἁπλῶς ἡ τοῦ Θεοῦ ψῆφος· ἀλλά τι καὶ ἡ τῶν τρόπων εἰσήνεγκεν ἀρετή, ἥ τε προτέρα, ἥ τε μετὰ ταῦτα. Εἰ γὰρ καὶ χρηστοί τινες ἦσαν καὶ ἐπιεικεῖς, ἀλλ' ὅμως ὑπὸ τῶν συμβάντων βελτίους ἐγένοντο καὶ ἀκριβέστεροι. Καθάπερ γὰρ τὸ χρυσίον τῷ πυρὶ παραδιδόμενον πᾶσαν ἀποτίθεται κηλῖδα, οὕτω καὶ οἱ σπουδαῖοι σπουδαιότεροι καθίστανται ἐν τοῖς πειρασμοῖς, πᾶσαν ἀπονιπτόμενοι ῥᾳθυμίαν. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. ∆ιπλοῦν ἐνταῦθά μοι δοκεῖ λέγειν καθαρμὸν καὶ τὸ δοῦναι δίκην ὧν ἥμαρτον καὶ τὸ σπουδαιοτέρους γενέσθαι πρὸς τὸ μέλλον ἐντεῦθεν. Αἷμα δὲ Ἱερουσαλὴμ τοὺς φόνους λέγει τὰς σφαγὰς τὰς ἀδίκους. Εἶτα αὔξων τὸ ἔγκλημά φησιν, Ἐκ μέσου αὐτῶν. Οὐδὲ γὰρ λανθάνοντες καὶ κρυπτόμενοι τὰς ἀνδροφονίας ἐτόλμων, ἀλλὰ τῶν λῃστῶν καὶ τῶν τὰς λεωφόρους ἐφεδρευόντων χεῖρον. Ἐκεῖνοι μὲν γὰρ καὶ τῷ σκότῳ κρυπτόμενοι καὶ ταῖς ἐρημίαις τολμῶσι τὰ εἰωθότα· οὗτοι δὲ ἐν μέσαις ταῖς ἀγοραῖς, ἐν μέσῃ τῇ πόλει, ἐν αὐτοῖς τοῖς δικαστηρίοις τὰ ἐκείνων παρηνόμουν. Ἀλλὰ καὶ τὴν ἐκεῖθεν, φησί, γενομένην κηλῖδα ἐπελθὼν ὁ πόλεμος ἀναλώσει. Καὶ γὰρ καὶ ἐν τῷ καιρῷ τῶν χρηστῶν ὑπὲρ τῶν προτέρων ἀπολογεῖται λυπηρῶν, ὅτι καὶ αὐτὰ ἐκεῖνα τὰ συμβάντα διὰ τοῦτο συνέβη, ἵνα ἐκπλυθῶσιν, ἵνα καθαρθῶσιν, ἵνα πυρωθῶσιν, ἵνα πᾶσαν ἀποθῶνται κηλῖδα, ἵνα τὸ ἐκ τῶν ἁμαρτημάτων καὶ τῶν σφαγῶν ἀπονίψωνται ὄνειδος. Τί δέ ἐστιν ὅ φησι· Πνεύματι κρίσεως καὶ πνεύματι καύσεως; Τῇ μεταφορᾷ τῶν χωνευομένων ὑλῶν ἐπέμεινεν. Ὥσπερ γὰρ ἐκεῖ τὸ πνεῦμα εἰς τὸ χωνευτήριον ἐμπῖπτον καὶ τὴν φλόγα ἀναρριπίζον καὶ θερμοτέρους ποιοῦν τοὺς ἄνθρακας ἅπαντα δαπανᾷ τὸν ῥύπον· οὕτω καὶ ἐνταῦθα ἡ θεήλατος ὀργὴ καὶ ἡ τῶν πολεμίων ἔφοδος ἐμπεσοῦσα, ἀντὶ πυρὸς τῇ πόλει γέγονε, πυρὸς οὐκ ἀπολλύντος, ἀλλὰ καίοντος καὶ καθαίροντος, κολάζοντος καὶ διορθουμένου. Τὸ γάρ· Πνεύματι κρίσεως, τουτέστι, κολάσεως, τιμωρίας, ἐκδικήσεως. Καὶ ἥξει, φησί, Κύριος. Παρουσίαν αὐτοῦ τὴν ἐνέργειαν καλεῖ. Καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιὼν