34
αὐτοῦ οὖν εἰς τὸν αἰῶνα γέγονεν ἡ δικαιοσύνη τῷ γένει τῶν ἀνθρώπων. Ἀρχὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος· ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι δὲ αὐτοῦ ηὐλόγησε, κατὰ τὰς ἐπαγγελίας, πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώνιον κράτος. ∆ιὸ καὶ ἀληθείᾳ ἔφησε κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρ χήν. Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· Ἔργα χειρῶν αὐ τοῦ ἀλήθεια καὶ κρίσις. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρ δία μου. Τοὺς πολεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην· τοὺς δὲ σοὺς ἔδεισα νόμους. ∆ιὸ καὶ καθεύδοντα τὸν πολέμιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτόλμησα. Καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων ἔλεγον· Φείσασθέ μοι τοῦ παιδαρίου. Ταῦτα μὲν ὁ ∆αυῒδ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἔλεγε· κατὰ δὲ θεωρίαν καὶ διάνοιαν ἄρχοντές εἰσι τὰ πονηρὰ πνεύματα, ὡς ὁ μακά ριος Παῦλος ἡμᾶς διδάσκει· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Αὐτοὶ οὖν προσβάλλουσιν ἡμῖν, βουλόμενοι ἀπατῆσαι· ἀλλ' ἀπὸ τῶν λόγων τοῦ Θεοῦ φοβηθῶμεν. Εἶπε γὰρ ὁ Κύριος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων τι βλάψαι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπ ολέσαι ἐν γεέννῃ. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά. Ἐπειδὴ πολε μίων ἐμνημόνευσε διωκόντων, εἰκότως καὶ τῶν σκύ λων τὴν μνήμην παρήγαγε. Λέγει δὲ, ὅτι πάντας εἰ ἀνεῖλον ἐκείνους καὶ σκυλεύσας πλεῖστα ὅσα συν ήγαγον λάφυρα, οὐκ ἂν οὕτως εὐφράνθην, ὡς τοῖς σοῖς ἀγάλλομαι νόμοις. Ὅπερ δὲ ἄνω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει. Ἐκεῖ γὰρ ἔφη· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ, Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. ∆ιδάσκει οὖν, ἵνα ὑπὲρ πᾶσαν εὐφροσύνην χαίρωμεν καὶ ἀγαλλιώμεθα ἐπὶ ταῖς ἐντο λαῖς τοῦ Θεοῦ. Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος, τἀναντία μυσάττεται. Καὶ γὰρ ὁ μισῶν τὴν ἀδι κίαν, πάντως τὴν δικαιοσύνην ἐπισπᾶται. ∆ύο γὰρ ἐναντίους λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει. Εἶπε δὲ καὶ ὁ Κύριος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Τινὲς τὸ, Ἑπτάκις, Πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ προφήτου δηλοῖ. Τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον. Ἀδιαλείπτως τοίνυν χρὴ καὶ ἡμᾶς αἰνεῖν τὸν Θεὸν, τουτέστιν, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Οἱ δὲ ἐπιεικέστε ροι καὶ εὐλαβεῖς ἑπτάκις ποιοῦνται τὴν στάσιν αὐ τῶν πρὸς τὸν Θεὸν νύκτωρ καὶ μεθ' ἡμέραν· πρῶτα μὲν διανυκτερεύοντες, ὃ καὶ ὄρθρον ὀνομάζομεν· εἶθ' οὕτως, ἀνατέλλοντος τοῦ ἡλίου, εὐχαριστοῦσι τῷ ἀγα γόντι τὴν ἡμέραν· τρίτῃ ὥρᾳ, ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τοὺς ἀποστόλους ἐπεδήμησε· τῇ ἕκτῃ, ὅτε Χριστὸς ὁ Θεὸς ἡμῶν σαρκὶ ἐπὶ τῷ σταυρῷ προσηλώθη, καὶ ἐξήλειψε τὸ καθ' ἡμῶν χειρόγραφον· τῇ ἐννάτη, ὅτε τὸ αἷμα ἐξέχεε καὶ παρέδωκε τὸ πνεῦμα, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου κατοχῆς· περὶ ἡλίου δυσμὰς, ὃ καὶ λυχνικὸν ὀνομάζομεν, διὰ τὸ εὐχαριστεῖν ἡμᾶς ἐπὶ τῇ παρελεύσει τῆς ἡμέρας· πάλιν δὲ, ὅταν πρὸς τὸν ὕπνον ὑπάγωμεν. Ταῦτα οὖν συναριθμούμενα Ἑπτάκις γίνεται. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οἱ τῷ θείῳ πυρπολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάν των ἀνθρώπων πολεμῶνται, θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν· Ἐν