1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

34

μὴν, εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πόσους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν, φοβοῦνται καὶ ἀγωνιῶσι, καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ' ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν.

θʹ. Ὁρᾷς πανταχόθεν καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλανθρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν; 51.111 Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ' ἐπ' ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἀλλὰ τεσσαράκοντα καὶ πλείονα ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν τὸν μετὰ ταῦτα τοῦτον χρόνον διέλιπεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα, ὥστε ἀποκρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν. ∆ιέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν. Καὶ λοιπὸν ἡ αἰχμαλωσία αὐτοῖς διδασκαλία ἐγίνετο, καὶ ἡ τιμωρία νουθεσία· εἰ γὰρ ἔμενον ἐπὶ τῆς Ἰουδαίας γῆς, οὐκ ἂν ἔγνωσαν τῶν προφητῶν τὴν ἀλήθειαν. Τί γὰρ καὶ ἔλεγον οἱ προφῆται; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον 51.112 τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. ∆ιὰ ταῦτα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ τῆς γῆς· εἰ γὰρ ἐν