34
ἐστιν· οὐδὲν δὲ τῶν γινομένων ἅμα γίνεται καὶ γέγονεν· ἀλλὰ δῆλον ὅτι κατὰ μέρος· τὸ δὲ ἡδόμενον ἀθρόως ἥσθη· οὐκ ἄρα γένεσις ἡ ἡδονή. ἔτι πᾶσα γένεσις οὐκ ὄντος ἐστίν· ἡ δὲ ἡδονὴ τῶν ἤδη ὄντων· οὐκ ἔστιν ἄρα γένεσις ἡ ἡδονή. ἔτι γένεσις μὲν ταχεῖα καὶ βραδεῖα λέγεται· ἡδονὴ δὲ οὔ. ἔτι τῶν ἀγαθῶν τὰ μὲν ἕξις ἐστίν, τὰ δὲ ἐνέργεια, τὰ δὲ ὄργανα. ἕξις μὲν ὡς ἀρετή· ἐνέργεια δὲ ὡς ἡ κατ' αὐτὴν πρᾶξις. καὶ πάλιν ἕξις μὲν ἡ ὁρατική· ἐνέργεια δὲ τὸ ὁρᾶν· ὄργανα δὲ δι' ὧν ἐνεργοῦμεν, ὡς ὀφθαλμὸς καὶ πλοῦτος καὶ τὰ τοιαῦτα. πᾶσαι δὲ αἱ περὶ τὰ ἀγαθὰ καὶ φαῦλα ψυχικαὶ δυνάμεις ἕξεών τινῶν εἰσι δυνάμεις· εἴπερ οὖν ἀγαθόν ἐστιν ἡδονὴ ἢ φαῦλον, ἐν τούτοις ἔσται μόνοις· ἀλλ' ἕξις μὲν οὐκ ἔστιν. οὔτε γὰρ ὡς ἀρετή· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως μετέπιπτεν εἰς τὴν ἐναντίαν ἑαυτῇ λύπην· οὔτε ὡς ἡ ἀντικειμένη τῇ στερήσει· κατὰ ταὐτὸν γὰρ ἕξιν καὶ στέρησιν ἀδύνατον εἶναι· ἅμα δέ τινες ἥδονται καὶ λυποῦνται, ὡς οἱ κνώμενοι· οὐκ ἔστιν ἄρα ἕξις ἡ ἡδονή. ἀλλ' οὐδὲ ὄργανον. τὰ γὰρ ὄργανα καὶ δι' ἄλλα, καὶ οὐ δι' ἑαυτά· ἡ δὲ ἡδονὴ οὐ δι' ἄλλο ἀλλὰ δι' ἑαυτήν· οὐκ ἄρα οὐδὲ ὄργανον. λείπεται δὴ ἐνέργειαν αὐτὴν εἶναι. ὅθεν Ἀριστοτέλης αὐτὴν ὁρίζεται ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστον. τὰ γὰρ ἐμπόδια τῆς κατὰ φύσιν ἐνεργείας, λύπη· ἀλλὰ καὶ ἡ εὐδαιμονία, ἐνέργειά ἐστιν ἀνεμπόδιστος τῆς κατὰ φύσιν ἕξεως· συμβαίνει δὴ κατὰ τὸν ὅρον τοῦτον τὴν εὐδαιμονίαν ἡδονὴν εἶναι, καὶ διεσφάλθαι τὸν ὅρον· διορθούμενος οὖν ὡρίσατο τὴν ἡδονὴν τέλος εἶναι τῶν τοῦ ζῴου κατὰ φύσιν ἀνεμποδίστων ἐνεργειῶν, ὡς συμπεπλέχθαι καὶ συνυπάρχειν τῇ εὐδαιμονίᾳ τὴν ἡδονήν, ἀλλ' οὐχ ἡδονὴν εἶναι τὴν εὐδαιμονίαν. οὐ πᾶσα δὲ ἐνέργεια κίνησίς ἐστιν, ἀλλ' ἔστι τις καὶ δι' ἀκινησίας ἐνέργεια, καθ' ἣν ὁ πρῶτος ἐνεργεῖ Θεός· τὸ γὰρ πρῶτον κινοῦν ἀκίνητον. τοιαύτη δὲ καὶ ἡ τοῦ θεωρεῖν ἐν ἀνθρώποις ἐνέργεια. διὰ γὰρ ἀκινησίας· καὶ γὰρ τὸ θεωρούμενον ἓν καὶ ταὐτὸν ἀεὶ καὶ ἡ διάνοια τοῦ θεωροῦντος ἕστηκεν· περὶ ἓν γὰρ καὶ ταὐτὸν ἀεὶ κατα γίνεται. εἰ δὲ τῆς θεωρίας ἡ ἡδονή, μεγίστη τε οὖσα καὶ κυριωτάτη καὶ ἀληθής, δι' ἀκινησίας γίνεται, δῆλον ὡς αἱ δι' ἐλαττόνων κινήσεων γινόμεναι, ὅσῳ δι' ἐλαττόνων, τοσούτῳ καὶ κρείσσους καὶ μείζους εἰσίν. συνδιαιροῦνται δὲ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ κατ' εἶδος ὅσα γὰρ ἐνεργειῶν εἴδη, τοσαῦτα καὶ ἡδονῶν· καὶ τῶν μὲν καλῶν καλαί, τῶν δὲ φαύλων φαῦλαι· καὶ δῆλον ὡς καθ' ἑκάστην αἴσθησιν ἕτεραι τῷ εἴδει καὶ ἡδοναί. ἕτεραι γὰρ ἁφῆς καὶ γεύσεως καὶ ἕτεραι τῆς ὄψεως καὶ τῆς ἀκοῆς καὶ τῆς ὀσφρήσεως· καθαρώτεραι δέ εἰσι τῶν αἰσθήσεων ὅσαι μὴ προσπελάζουσαι τοῖς αἰσθητοῖς ἥδουσιν, ὡς ὄψις καὶ ἀκοὴ καὶ ὄσφρησις. καὶ τῶν διανοητικῶν δὲ εἴδη δύο· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ θεωρητικόν. δῆλον οὖν ὅτι καὶ τῶν ἡδονῶν τῶν παρεπομένων ταῖς ἐνεργείαις ταύταις εἴδη δύο. καὶ τούτων δὲ καθαρώτερον τὸ θεωρητικὸν τοῦ πρακτικοῦ. τοῦ δὲ ἀνθρώπου ἴδιαι, καθ' ὃ ἄνθρωπος, αἱ διανοητικαί. κοιναὶ γὰρ καθ' ὃ ζῷον αἱ αἰσθητικαὶ καὶ πρὸς τὰ ἄλλα ζῷα. ἐπειδὴ δὲ τῶν αἰσθητικῶν ἡδονῶν οἱ μὲν ἄλλαις, οἱ δὲ ἄλλαις ἥδονται, οὐχ αἱ τοῖς φαύλοις ἀλλ' αἱ τοῖς σπουδαίοις καλαὶ φαινόμεναι καὶ καθ' ἑαυτάς εἰσι καλαί. κριτὴς γὰρ ὀρθὸς ἐπὶ παντὸς πράγματος οὐχ ὁ τυχών. ἀλλ' ὁ ἐπιστήμων καὶ κατὰ φύσιν διακείμενος. 18 περὶ λύπης. Τῆς δὲ λύπης εἴδη τέσσαρα, ἄχος, ἄχθος, φθόνος, ἔλεος. ἔστι δὲ ἄχος λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος δὲ λύπη βαρύνουσα· φθόνος δὲ λύπη ἐπ' ἀλλοτρίοις ἀγαθοῖς· ἔλεος δὲ λύπη ἐπ' ἀλλοτρίοις κακοῖς. πᾶσα δὲ λύπη κακὸν τῇ ἑαυτῆς φύσει. εἰ γὰρ καὶ ὁ σπουδαῖος λυπηθήσεταί ποτε, χρηστῶν ἀνδρῶν διαφθειρομένων, ἢ τέκνων, ἢ πόλεως πορθουμένης· ἀλλ' οὐ προηγουμένως, οὐδὲ κατὰ πρόθεσιν, ἀλλὰ κατὰ περίστασιν. καὶ ἐν τούτοις δὲ ὁ μὲν θεωρητικὸς ἀπαθὴς ἔσται παντάπασιν, ἀλλοτρίωσας ἑαυτὸν τῶν τῇδε καὶ συνάψας θεῷ· ὁ δὲ σπουδαῖος μετριοπαθὴς ἐν αὐταῖς καὶ οὐχ ὑπερβάλλων οὐδὲ αἰχμαλωτιζόμενος ὑπ' αὐτῶν ἀλλὰ μᾶλλον κρατῶν αὐτῶν. ἀντίκειται δὲ ἡ λύπη ὡς μὲν κακὸν καλῷ τῇ μετρίᾳ ἡδονῇ, ὡς δὲ κακὸν κακῷ τῇ ὑπερβαλλούσῃ ἡδονῇ. ἐν ταῖς σωματικαῖς δὲ μόναις ὑπερβολαὶ