35
οὐδέ τινος τῶν νέων καὶ ὑπόπτων προσώπων οἱ λόγοι, ἵνα κε χαρισμένην εὐφημίαν ὑπονοήσαντες ἀθετήσητε τὴν ἀλήθειαν, ἀλλὰ τῆς ὑμετέρας προφητείας οἱ λόγοι, εἰ τὸν Θεκουΐτην γνωρίσητε τὸν υἱὸν τοῦ Ἀμώς, προφήτην προφήτου παῖδα, Ἰσραηλίτην ἐκ γένους ἄνδρα, τῆς κατὰ τὸν νόμον ἀγωγῆς τὸ κεφάλαιον. Τῷ δὲ Θεῷ δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
8.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους καὶ κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον
8.1.1 Πᾶσαι μὲν αἱ συνήθεις αὗται καὶ κατὰ νόμον τελούμεναι τῶν μαρτύρων τιμαί, ἱεραὶ πανηγύρεις εἰσὶ καὶ τῶν κατὰ Θεὸν ἀνδραγαθη σάντων στῆλαι διαιωνίζουσαι· ἐν αἷς οἱ πρόεδροι τῶν ἐκκλησιῶν, ὅταν εἰς τὸ λέγειν ἀφίκωνται, τὰς ἑαυτῶν δυνάμεις ἀντεξετάζοντες τῷ μεγέθει τῶν ὑποθέσεων εὐθὺς ἐν προοιμίοις εἰς τὴν συγγνώμην καὶ τὴν παραίτησιν καταφεύγουσιν καί φασιν ἐλαττοῦν τὴν τῶν πραγμάτων μεγαλοπρέπειαν τῇ τοῦ λόγου σμικρότητι. 8.1.2 Εἰ δ' ἐκεῖνοι τοὺς καθ' ἕκαστον τῶν μαρτύρων ἐγκωμιάζειν μέλλοντες ἀπαγορεύουσι πρὸς τὸν ἔπαινον καὶ λαμπρᾷ τῇ φωνῇ τὴν σφῶν αὐτῶν ὁμολογοῦσιν ἀσθένειαν, τίς ἂν γενοίμην ἐγὼ σήμερον, ὁ τοὺς διδασκάλους τῶν μαρτύρων ἔχων προκειμένους εἰς εὐφημίαν, τοὺς γνησίους καὶ πρώτους μαθητὰς τοῦ Χριστοῦ, τοὺς πατέρας τῶν ἐκκλησιῶν, τοὺς μόνους ἀξιοπίστους τοῦ εὐαγγελίου κήρυκας, τοὺς Θεῷ λαλήσαντας καὶ τὴν παρὰ Θεοῦ φωνὴν δεξαμένους ταῖς ἀκοαῖς; 8.1.3 Οὐ μήν, ἐπειδὴ λίαν ὑψηλὸς ὁ λόγος καὶ δυσέφικτος ἡ ἐγχείρησις, τὴν ἀργὴν καὶ ἄπρακτον σιωπὴν ἀγαπήσωμεν, ὥσπερ οἱ δειλοὶ καὶ ἀπειροθάλαττοι, οἳ πρὸς μόνην τὴν ὄψιν τῆς θαλάττης ἀπαγο ρεύοντες οὔτε τὴν ἀρχὴν ἐπιβῆναι τῆς νηὸς ἀνέχονται οὔτε πείρας ἕνεκεν μικρὰ τοὺς αἰγιαλοὺς περιπλεῦσαι· αὐτοῖς δὲ τοῖς τρισμακαρίοις πιστεύ σαντες τὴν ἐγχείρησιν, τοῖς ὑπὲρ ὧν συνεληλύθαμεν σήμερον, τὰ κατὰ δύναμιν τῇ τῶν ἄλλων εὐφροσύνῃ παρασχέσθαι πειραθῶμεν. 8.1.4 Οἶδα γάρ, ὅτι τοσοῦτον ζητήσεται, οὐχ ὅσον ἐκείνοις ὀφείλεται, τοῖς μεγάλοις καὶ θεσπεσίοις, ἀλλ' ὅσον δυνατὸν παρ' ἡμῖν εὑρεθῆναι τοῖς πένησιν. Ἐβουλόμην μὲν οὖν ἐκείνης τῆς χάριτος ὀλίγον μέρος ἐμοὶ χορηγηθῆναι σήμερον, ἧς ἑκάτερός τε τῶν ἁγίων τούτων μεταλαβὼν ὁ μὲν ἐν Ἱεροσο λύμοις τοὺς ἀπειθοῦντας ἐδίδασκεν, ὁ δὲ τὸν Ἄρειον πάγον ἐν Ἀθήναις καταλαβὼν ἐκ τῆς πολυθέου πλάνης τοὺς δεισιδαιμονοῦντας ἐπέστρεψεν ὑποδεικνὺς αὐτοῖς τὸν Χριστὸν καὶ τὸ τῆς ἀληθοῦς εὐσεβείας καταγγείλας μυστήριον. Οὕτω γὰρ ἀνεδείξαμέν τι τῶν προκειμένων ἐπιτελεῖν καὶ μὴ πολὺ τοῦ μεγέθους ἀπολιμπάνεσθαι. 8.2.1 Ἐπειδὴ δὲ αἱ μεγάλαι τοῦ Πνεύματος δωρεαὶ τῶν μεγάλων εἰσὶ καὶ ἀνάξιος ἐγὼ τοιαύταις πλουτίζεσθαι χάρισιν, προσθήσω τὴν πενίαν μετὰ τῆς προθυμίας ὑμῖν ὡς Ἐλισσαῖος μετὰ τῶν ἀλεύρων τὰ λάχανα, τῆς τοῦ προέχεσθαι πάντως τὸ καλὸν οὐκ ἀμοιρήσων τιμῆς. Μηδεὶς δέ με οἰηθείη τῶν ἀκουσομένων ὑμῶν εὐφημίαν γενναίων ἀνδρῶν προελόμενον τοῖς νόμοις ἀκολουθήσειν τῆς σοφίας τῆς ἔξωθεν. 8.2.2 Οὐ γὰρ τέχνῃ συγκειμένῃ κολακείαν ἀπεργαζόμεθα, ἀλλὰ ψυχῶν φιλοθέων ἀρετὴν μετὰ ἀληθείας ὑμῖν παραστῆσαι σπουδάζομεν. ∆ιὸ σιωπηθήσεται γένος καὶ πατέρων περιφάνεια οὐ διοχλήσει τὸν λόγον. Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Οὐδὲ ἀπὸ τῶν περιγείων καὶ ἐγκοσμίων τοὺς οὐρανοπολίτας τιμήσομεν, ἀλλὰ πᾶν τοὐναντίον, πατέρων ἀφανὴς βίος καὶ τέχναι βάναυσοι καὶ πενίας ὀνομαζόμενον ὄνειδος, ταῦτα τοῖς ἐπαίνοις μνημονευθήσεται. 8.2.3 ∆όξα γὰρ χριστιανῶν κατὰ τὸ εὐαγγέλιον τὸ