1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

35

λεγόντων, ὅτι οὐ θεμιτὸν τὸν ὀφείλοντα μὴ ἀποτῖσαι, μάλιστα τοῖς γενομένοις· οἱ ἱερεῖς νεαλογοῦντες ἐδίδασκον, ὥστε τοὺς γενομένους μᾶλλον ἢ τὸ προσφέρειν δῶρον παραβλέπειν, καὶ τέκνοις ὑπετίθεντο λέγειν τοκεῦσιν, ὅτι Τὰ προσόντα ἡμῖν, δῶρόν ἐστιν, καὶ ὅπερ ἐὰν λήψεσθε παρ' ἡμῶν, τοῦτο ἀπὸ τοῦ δώρου τοῦ ἤδη ὑποσχεθέντος, ἢ ἀνατεθέντος, ὥσπερ τῷ Θεῷ ἀφαιρεῖσθε· κατεχόμεθα γὰρ, φησὶν, τῷ περὶ εὐχῆς λόγῳ, τῷ κελεύοντι, εὐξάμενον ἀποδιδόναι. Ἐλθὼν οὖν ὁ Θεὸς Λόγος ὁ μὴ ἐξ ἐνδείας γονέων αὐτὸς τιμᾶσθαι βουλόμενος, μήτε πατέρας υἱῶν ἀτιμοτέρους ὑπάρχειν, ἀλλὰ μήτε τούτους ἐκείνων, καὶ τὴν προλεχθεῖσαν εὑρὼν ἀσεβῆ τῶν ἱερέων παράδοσιν, 39.748 ἐναντίως ἔχουσαν πρὸς τὴν ὁσίαν αὐτοῦ ἐντολὴν, ἐγκαλεῖ τὰ μνημονευθέντα. ΚΕΦ. ΚΕʹ. Ὑπερφυῶν τοίνυν ἀποδείξεων μαρτυρουσῶν, ὅτι ἐκ τῆς μιᾶς καὶ ἀνωτάτω θεϊκῆς φύσεως ἐξεφάνη συναϊδίως τὸ ἅγιον Πνεῦμα, καὶ ἔχει κατά τε τὴν οὐσίαν καὶ τὴν δύναμιν τὸ ἄπειρον, καὶ τὸ ἄφθαρτον, καὶ τὸ αὐτεξούσιον, καὶ τὸ ἀγαθὸν, καὶ τὸ ἅγιον, καὶ τὰ προειρημένα πάντα ἀπαραλλάκτως πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν οὕτως, ὥστε ἐξ αὐτοῦ γνωρίζεσθαι τὸν Θεὸν οἰκεῖν ἐν ἡμῖν· καὶ τοῦ Πατρὸς ἐκφανῶς διὰ τοῦ δεικνύειν Πνεῦμα αὐτοῦ εἶναι αὐτὸ μαρτυροῦντος, ὅτι καὶ ὁμοούσιον αὐτῷ, καὶ Θεὸς ἀγένητός ἐστιν· οὐκ ἀπαξιώσαντος δὲ οὔτε τοῦ Υἱοῦ, διὰ τὴν περὶ αὐτὸ τῆς θεότητος, καὶ βασιλείας, καὶ δόξης κοινωνίαν· καὶ ἐν αὐτῷ χρισθῆναι, καὶ ἔχειν αὐτὸ μένον παρ' αὐτῷ, καὶ δι' ἑαυτοῦ προεξαγγεῖλαι τὴν ἐπιδημίαν αὐτοῦ, καὶ τὴν ἰσοτιμίαν αὐτῷ ἀπονεῖμαι, ἣν καὶ ὁ Ἀπόστολος ἐφύλαξεν, ἔτι δὲ καὶ κοινωνίαν καὶ ἑνότητα αὐτοῦ ἔγραψεν· ὁμοίως δὲ καὶ πασῶν τῶν ἄλλων Γραφῶν μίαν εἶναι φύσιν θείαν δηλουσῶν, καὶ ἓν ὄνομα τῇ παντίμῳ Τριάδι λεγουσῶν, καὶ συνταττουσῶν αὐτὸ ἐν τοσούτοις καὶ τηλικούτοις χαρίσμασιν, ἢ μετὰ τοῦ Υἱοῦ, ἢ καὶ αὐτοῦ κατὰ μόνας ἐπὶ θεϊκῶν ἔργων καὶ δυνάμεων μνημονευουσῶν, καὶ καλουσῶν αὐτὸ κατ' ἐξαίρετον Πνεῦμα ἅγιον, Πνεῦμα τοῦ Θεοῦ, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ Πνεῦμα ἓν, καὶ Πνεῦμα ἀληθείας, καὶ Πνεῦμα θεῖον, καὶ Πνοὴ τοῦ Παντοκράτορος, ἃ καὶ μόνα αὐτάρκη πρὸς πάσας αἱρετικὰς διαστροφάς· μαρτυρουσῶν δὲ, ὅτι τοῦ Θεοῦ ἡμᾶς υἱοὺς ποιεῖ, καὶ θεοποιεῖ, καὶ ἐλευθεροῖ, καὶ ἀνακτίζει, καὶ ἁμαρτιῶν ἀφέσεως ἀξιοῖ, καὶ σοφίαν καὶ γνῶσιν παρέχει, καὶ πᾶν τὸ πεποιημένον ἁγιάζει, καὶ πληροῖ τὴν οἰκουμένην, καὶ συνέχει τὰ πάντα, καὶ αὐτὸ τῶν οὐρανῶν ἥδρασεν καὶ ἐνίσχυσεν τὰς δυνάμεις, καὶ ἀνεῴχθησαν αὐτῷ καταβαίνοντι, καὶ ἀπὸ καταβολῆς κόσμου φερόμενον ἐπὶ τῶν ὑδάτων ἡγίαζεν αὐτὰ, καὶ προφήτας καὶ ἀποστόλους ἐνήχησεν καὶ ἔπεμψεν, ὡς ∆εσπότης, καὶ συνεργεῖ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, μόνος τε οἶδεν τὰ τοῦ Θεοῦ, καθὰ ὁ Μονογενὴς, καὶ πνεῖ ἔνθα προείρηται, καὶ θεϊκὰ δωρεῖται ὡς βούλεται, καὶ ναὸν ἔχει τὸν πιστὸν ἄνθρωπον ἴσως τῷ Πατρὶ, καὶ καθάπερ εἰς τιμὴν καὶ δόξαν τῆς τοῦ Μονογενοῦς θεότητος τὸ ἅγιον Πάσχα, οὕτω καὶ τοῦ Πνεύματος ἡ ἑορτὴ τῆς Πεντηκοστῆς ἐξ ἀρχῆς ἐπετελέσθη, καὶ διακονεῖ αὐτῷ ὁ Γαβριὴλ, ὡς τῷ παντοκράτορι Θεῷ Πατρί· πῶς κατὰ αἱρετικοὺς οὐ Θεὸς ὁ ἡμᾶς θεοποιῶν; καὶ οὐ Κύριος ὁ ἡμᾶς ἐλευθερῶν; καὶ οὐ βασιλεὺς καὶ δοξαζόμενος ὁ μὴ ὑμνῶν μετὰ τῆς κτίσεως, ὁ ἡμᾶς διὰ τοῦ βαπτίσματος συμβασιλεύσειν καὶ συνδοξασθήσεσθαι Χριστῷ καταξιώσων; Καὶ γὰρ ἐν πᾶσιν τοῖς προλεχθεῖσιν περὶ τοῦ θείου Πνεύματος, οὐδὲν ἴδιον κτισμάτων εὑρίσκεται, οὐδ' ὑπῆρξεν οὐρανίοις δυνάμεσιν συμμνημονεύεσθαι ἐπὶ θεϊκῆς δωρεᾶς, ἢ ἐνεργείας, ἢ δοξολογίας μετὰ τοῦ Θεοῦ 39.749 καὶ Πατρὸς, καὶ τοῦ Υἱοῦ. Τὰ δὲ μὴ ἴδια τῶν ποιημάτων, δῆλον, ὅτι Θεοῦ μόνου ἴδια ὑπάρχει· Θεὸς δὲ οὐ κτίζεται. Ἀλλ' οἱ κτίσμα, ἢ δοῦλον λέγοντες ταυτὸν γάρ ἐστι, καὶ μὴ θεολογοῦντες καὶ δοξάζοντες αὐτὸ, τῇ τε δουλείᾳ τῆς Ἄγαρ συνεκβάλλονται, καὶ τῇ τοῦ Χὰμ κατακρίνονται, ἀκούοντες· "Ἐπικατάρατος Χὰμ δουλεύσει τοῖς ἀδελφοῖς αὐτοῦ·" μετὰ Σίμωνός τε τοῦ Μάγου ἀναγράφονται, τοῦ