1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

35

οὕτω πάντα τολμῶσι, καὶ μετὰ τοσαύτης μανίας. Οἱ δὲ τῶν ὑβριζομένων παίδων πατέρες φέρουσι ταῦτα σιγῇ, καὶ οὐ κατορύττουσι μετὰ τῶν παίδων ἑαυτοὺς, οὐδὲ ἐπινοοῦσί τινα παραμυθίαν τῷ κακῷ. Εἰ γὰρ εἰς ὑπερορίαν ἀπὸ ταύτης ἑλκύσαι τῆς νόσου τοὺς υἱεῖς ἔδει, εἰ γὰρ εἰς θάλασσαν, εἰ γὰρ εἰς νήσους, εἰ γὰρ εἰς ἄβατον γῆν, εἰ γὰρ εἰς τὴν ὑπὲρ ἡμᾶς οἰκουμένην, οὐκ ἔδει πάντα ποιῆσαι καὶ παθεῖν ὥστε μὴ ταῦτα γενέσθαι τὰ μιάσματα; Ἀλλ' εἰ μὲν ἐπίνοσόν που καὶ λοιμικόν ἐστι χωρίον, οὐκ ἀπάξομεν ἐκεῖ τοὺς υἱεῖς, κἂν μεγάλα κερδαίνειν μέλλωσι, κἂν σφόδρα ὑγιεινοὶ τυγχάνωσιν ὄντες; νυνὶ δὲ τοσαύτης τὰ πάντα κατεχούσης λύμης, οὐ μόνον αὐτοὶ πρὸς ταῦτα ἕλκομεν τὰ βάραθρα αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἀπαλλάξαι βουλομένους ὡς λυμεῶνας ἀπελαύνομεν. Καὶ πόσης οὐκ ἄξια ταῦτα ὀργῆς, πόσων σκηπτῶν, ὅταν τὴν μὲν γλῶτταν αὐτοῖς ἐκκαθαίρειν διὰ τῆς ἔξωθεν σοφίας σπουδάζωμεν, τὴν δὲ ψυχὴν ἐν αὐτῷ τῆς ἀσελγείας τῷ βορβόρῳ κειμένην καὶ σηπομένην διαπαντὸς μὴ μόνον περιορῶμεν, ἀλλὰ καὶ ἐγερθῆναι βουλομένην κωλύωμεν; Ἔτι οὖν τολμήσει τις εἰπεῖν, ὅτι δυνατὸν σωθῆναι τοὺς ἐν τοιούτοις ὄντας κακοῖς; Πόθεν; Οἱ μὲν γὰρ τὴν τῶν ἀκολάστων διαφυγόντες μανίαν ὀλίγοι δέ εἰσιν οὗτοι, τοὺς τυραννικοὺς ἐκείνους ἔρωτας, καὶ τὰ πάντα διαφθείροντας, τοὺς τῶν χρημάτων 47.363 καὶ τοὺς τῆς δόξης οὐ διαφεύγουσιν· οἱ δὲ πλείους καὶ τούτοις αὐτοῖς, καὶ τοῖς τῆς ἀσελγείας μετὰ πλείονος κατέχονται τῆς ὑπερβολῆς. Εἶτα λόγους μὲν αὐτοῖς ἐνθεῖναι βουλόμενοι, οὐχὶ τὰ διακόπτοντα τὴν παίδευσιν ἀναιροῦμεν μόνον, ἀλλὰ καὶ τὰ συνιστῶντα κατασκευάζομεν, καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶντες, καὶ χρήματα ἀναλίσκοντες, καὶ τὴν ἀπὸ τῶν ἄλλων πραγμάτων παρέχοντες σχολὴν, καὶ τῶν ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παιδοτριβῶν συνεχέστερον ἐπιφωνοῦντες αὐτοῖς τήν τε ἐκ τῆς ἀπαιδευσίας πενίαν, καὶ τὸν ἀπὸ τῆς παιδεύσεως πλοῦτον, καὶ πάντα ποιοῦντες καὶ λέγοντες, καὶ δι' ἑαυτῶν, καὶ δι' ἄλλων, ὥστε αὐτοὺς εἰς τὸ τέλος ἀγαγεῖν τῆς προκειμένης σπουδῆς, καὶ οὐδὲ οὕτω πολλάκις περιγινόμεθα· τρόπων δὲ ἐπιείκειαν, καὶ πολιτείας ἀρίστης ἀκρίβειαν αὐτόματον οἰησόμεθα παραγενέσθαι, καὶ ταῦτα τοσούτων ὄντων τῶν διακοπτόντων αὐτήν; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἂν, τὸ μὲν ῥᾷστον οὕτω μεγάλης ἀξιοῦν τιμῆς καὶ σπουδῆς· ὡς οὐκ ἐνὸν ταύτης ἄνευ αὐτὸ κατορθωθῆναί ποτε· ὃ δὲ πολλῷ δυσχερέστερόν ἐστι, τοῦτο καθεύδουσιν ἡμῖν ἐφίστασθαι νομίζειν, καθάπερ τι τῶν φαύλων καὶ οὐδαμινῶν; Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τέ ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονώτερα.

θʹ. Καὶ τί δεῖ φιλοσοφίας. φησὶ, καὶ πολιτείας ἀκριβοῦς τοῖς ἡμετέροις παισί; Τοῦτο γάρ ἐστι, τοῦτο ὅπερ πάντα ἀπολώλεκεν, ὅτι πρᾶγμα οὕτως ἀναγκαῖον, καὶ τὴν ἡμετέραν συνέχον ζωὴν, περιττὸν εἶναι καὶ πάρεργον δοκεῖ. Καὶ περὶ σῶμα μὲν κάμνοντα τὸν υἱόν τις ἰδὼν οὐκ ἂν εἴποι· Τί δὲ αὐτῷ καθαρᾶς ὑγιείας δεῖ καὶ ἀκριβοῦς; ἀλλὰ πάντα ἂν πραγματεύσαιτο ὑπὲρ τοῦ τοσαύτην ἐγγενέσθαι τὴν εὐεξίαν, ὡς μηκέτι τὴν νόσον ἐπανελθεῖν· τῆς δὲ ψυχῆς ἀῤῥωστούσης, οὐδὲν δεῖν αὐτοῖς θεραπείας φασὶ, καὶ τολμῶσι μετὰ τὰ ῥήματα ταῦτα πατέρας καλεῖν ἑαυτούς. Τί οὖν; φιλοσοφήσομεν πάντες, φησὶ, καὶ τὰ τοῦ βίου οἰχήσεται; Οὐ τὸ φιλοσοφεῖν, ὦ βέλτιστε, ἀλλὰ τὸ μὴ τοῦτο ποιεῖν πάντα ἀπώλεσε καὶ διέφθειρε. Τίνες γὰρ, εἰπέ μοι, τῇ παρούσῃ καταστάσει λυμαίνονται, οἱ μετρίως ζῶντες καὶ ἐπιεικῶς, ἢ οἱ καινοὺς καὶ παρανόμους ἐπινοοῦντες τροφῆς τρόπους; οἱ τὰ πάντων περιβαλέσθαι σπουδάζοντες, ἢ οἱ τοῖς οὖσιν ἀρκούμενοι; οἱ φάλαγγας οἰκετῶν ἔχοντες, καὶ σμήνη κολάκων περιάγοντες, ἢ οἱ μόνον οἰκέτην ἕνα ἀποχρῇν αὐτοῖς νομίζοντες οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσοφίαν, ἀλλὰ τὴν πολλοῖς ἐφικτήν; οἱ φιλάνθρωποι καὶ ἥμεροι καὶ μὴ δεόμενοι τῆς παρὰ τῶν πολλῶν τιμῆς, ἢ οἱ παντὸς ὀφλήματος μᾶλλον ταύτην παρὰ τῶν ὁμοφύλων ἀπαιτοῦντες, καὶ μυρίας ἐργαζόμενοι συμφορὰς, ἐπειδὴ