1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

35

καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἡμέρας ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. Νεφέλην ἐνταῦθα τὴν ἐκ τῶν κακῶν ἐγγινομένην παραψυχήν φησι· πυρὰν δὲ τὴν μετὰ τῆς παραμυθίας περιφάνειαν προσγινομένην. Ὅπερ γάρ ἐστιν ἐν καύματι νεφέλη, τοῦτο ἐν σκότῳ καὶ νυκτὶ βαθυτάτῃ πυρὰ λαμπρῶς ἀναπτομένη. Ἡ μὲν γὰρ τὸν αὐχμὸν ἀποκρούεται, ἡ δὲ διαλύει τὸν ζόφον. Τὴν μὲν οὖν περιφάνειαν τῇ λαμπρότητι τῆς πυρᾶς, τὴν δὲ ἄνεσιν τῇ σκιᾷ τῆς νεφέλης παρέβαλεν. Εἶτα δεικνὺς ὡς οὐ κατὰ μικρὸν τῶν δεινῶν λυομένων ταῦτα ἔσται, ἀλλὰ ἀθρόον ἐν αὐτῇ τῇ τῶν λυπηρῶν ἀκμῇ ἡ μεταβολὴ γενήσεται, ἵνα καὶ ἐντεῦθεν μάθωσιν, ὅτι οὐχὶ ἐκ περιφορᾶς τινος καὶ συντυχίας ἡ πρὸς τὸ βέλτιον γέγονε μετάστασις, ἀλλ' ἐκ τῆς ἄνωθεν δυνάμεως τὸ πᾶν κατώρθωται· Ὡς πυρὸς καιομένου νυκτός, φησίν, οὕτως ἡ μεταβολὴ γενήσεται· Καὶ ἔσται εἰς σκιὰν ἡμέρας. Τίς ἔσται; Ἡ τοῦ Θεοῦ βοήθεια, φησί, καὶ ἡ συμμαχία, ὥσπερ σκιὰ ἐν καύματι καὶ ὥσπερ ὄροφος ἢ κατάδυσίς τις σπηλαίου, ὄμβρου καταρρηγνυμένου σφοδροῦ, ἐν ἀσφαλείᾳ τὸν ἐκεῖ καταφυγόντα διατηροῦσα· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ συμμαχία οὐκ ἀφήσει δεινὸν οὐδὲν παθεῖν, καὶ τοσούτου καταρρηγνυμένου πολέμου, οὓς ἂν ἕληται ἐξ ἀρχῆς διασῶσαι.

5.τ ΚΕΦΑΛ. Εʹ

5.1 Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου.

Φοβήσας τοῖς λυπηροῖς, εὐφράνας τοῖς χρηστοῖς, ποικίλην τὴν θεραπείαν ἐργασάμενος, εἰς ἀρχὴν πάλιν ἑτέραν ἀνάγει τὸν λόγον, ἀρχὴν ἐοικυῖαν τῷ προοιμίῳ τῆς προφητείας. Καθάπερ γὰρ ἀρχόμενος τὰς εὐεργεσίας ἀπήγγειλε τοῦ Θεοῦ τὰς εἰς αὐτοὺς γεγενημένας, λέγων· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, καὶ τὰς παρανομίας τὰς ὑπ' αὐτῶν τολμηθείσας ἐπάγων καὶ προστιθείς, ὅτι· Αὐτοὶ δή με ἠθέτησαν καὶ ὅτι· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· οὕτω δὴ καὶ ἐνταῦθα λέξεσιν μὲν ἑτέραις, νοήμασι δὲ τοῖς αὐτοῖς τὰ αὐτὰ τοῖς προτέροις ἐνδείκνυται. Ἀλλὰ τίνος ἕνεκεν κατηγορεῖν μέλλων, ᾆσμα τὴν κατηγορίαν καλεῖ; Μωϋσῆς μὲν γὰρ εἰκότως τοῦτο ἐποίησε μετὰ τῆς Μαρίας, ἅτε τὴν ἐπινίκιον μέλλων ᾄδειν ᾠδὴν καὶ εἰκότως οὕτως ἀρχόμενος ἔλεγεν· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν. Καὶ ἡ ∆εβόρα δὲ μετὰ τὸ θαυμαστὸν ἐκεῖνο τρόπαιον καὶ τὴν παράδοξον νίκην, εἰκότως ᾠδὴν ὑφαίνει τὴν ἐπινίκιον ἐκείνην, εὐφημίαν ἀναφέρουσα τῷ Θεῷ. Οὗτος δὲ κατηγορεῖν μέλλων καὶ συντόνου λόγου δεόμενος καὶ ψυχῆς οὐκ ἀνειμένης, ἀλλὰ συντεταμένης, ᾄσειν ἡμῖν ἐπαγγέλλεται καὶ ᾆσμα τὰ ἐγκλήματα καλεῖ. Οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ μέγας ἐκεῖνος Μωϋσῆς ὁ τὴν ἐπινίκιον τότε ᾄσας ᾠδήν, κατηγορῶν τῶν Ἰουδαίων, μακρὰν ᾠδὴν τὰ ἐγκλήματα πεποίηκε λέγων· Ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε; Οὗτος ὁ λαὸς μωρὸς καὶ οὐχὶ σοφός· καὶ πολλὰς συνθεὶς κατηγορίας, ᾄδοντας αὐτοὺς ταῦτα λέγειν ἐνομοθέτει· καὶ ἔτι καὶ νῦν ᾄδοντες ταῦτα λέγομεν καὶ ἡμεῖς. Τίνος οὖν ἕνεκεν τὰς κατηγορίας ᾠδὴν ποιοῦσι; Σοφίᾳ κεχρημένοι πνευματικῇ καὶ πολὺ τὸ κέρδος ἐνθεῖναι ταῖς τῶν ἀκουόντων βουλόμενοι ψυχαῖς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ πλημμελημάτων μεμνῆσθαι διηνεκῶς, μνήμην δὲ οὐδὲν οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι φεύγωσι τὸ συνεχῶς μεμνῆσθαι τῶν οἰκείων ἁμαρτημάτων, τῷ μέλει τῆς ᾠδῆς ὑποκλέπτων τὴν ἀπὸ τῆς μνήμης αἰσχύνην καὶ τὴν ἀφόρητον ἀθυμίαν παραμυθούμενος, ᾄσματα αὐτὰ πεποίηκεν, ἵνα τῷ πόθῳ τῆς μελῳδίας ἀναγκαζόμενοι συνεχῶς αὐτὰ φθέγγεσθαι, συνεχῶς αὐτῶν ὦσι μεμνημένοι, καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρτημάτων