1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

35

εὐτελείας νικᾷς τὴν κοσμουμένην τὰ πολυτελῆ, μᾶλλον αὐτῆς καλλωπιζομένη τῆς τὰ χρυσία περικειμένης. Ἃ πρέπει σοι οὐ ζητεῖς, ἃ οὐ πρέπει σοι, ἐκεῖνα μετέρχῃ, δέον σε τὰ ἀγαθὰ ἔργα μετιέναι. ∆ιὰ τοῦτο τῶν κοσμικῶν ἀτιμότεραι αἱ παρθένοι· οὐ γὰρ ἄξια τῆς παρθενίας τὰ ἔργα ἐπιδείκνυνται. Ταῦτα εἰρήκαμεν οὐ πρὸς πάσας, μᾶλλον δὲ πρὸς πάσας, τὰς μὲν ὑπευθύνους, ἵνα σωφρονῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν. Ἀλλ' ὁρᾶτε ὅπως μὴ εἰς ἔργον ἡ ἐπιτίμησις ἔλθῃ. Οὐ γὰρ ἵνα λυπήσωμεν, εἴπομεν, ἀλλ' ἵνα διορθωσώμεθα, ἵνα καυχησώμεθα ἐν ὑμῖν. Γένοιτο δὲ πάντας ἡμᾶς τὰ τῷ Θεῷ δοκοῦντα ποιεῖν, καὶ εἰς δόξαν αὐτοῦ ζῇν, ὥστε καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ. ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Θʹ. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. ἐὰν μείνωσιν ἐν

πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. αʹ. Πολλὴν ἀπαιτεῖ τὴν αἰδὼ παρὰ τῶν γυναικῶν ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα. ∆ιὰ τοῦτο οὐ μέχρι σχημάτων, οὐ μέχρι καταστολῆς πρόεισιν, ἀλλὰ καὶ μέχρι φωνῆς· καὶ τί φησι; Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω. Τί ἐστι τοῦτο; Μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνή· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν· Αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. Τί δήποτε; Ὅτι ὁ νόμος αὐτὰς, φησὶν, ὑπέταξε. Καὶ πάλιν ἑτέρωθι, Εἰ δέ τι μανθάνειν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἀλλὰ τότε μὲν αἱ γυναῖκες ἀπὸ τῆς τοιαύτης διδασκαλίας ἐσίγων· νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα· πάσας διαλεγομένας ἴδοι τις ἂν, ὅσα οὔτε ἐν ἀγορᾷ, οὔτε ἐν βαλανείοις. Ὥσπερ γὰρ δι' αὐτὸ τοῦτο παραγινόμεναι, ἵνα ἄνεσιν ἔχωσιν, οὕτω περὶ τὴν τῶν ἀνονήτων διάλεξιν ἠσχόληνται ἅπασαι. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε· καὶ οὐκ ἐννοοῦσιν, ὅτι οὐδὲ ἔστιν ἄλλως μαθεῖν τι τῶν χρησίμων μὴ ἡσυχαζούσας. Ὅταν γὰρ ἐπείγηται μὲν πρὸς τὴν διάλεξιν ὁ λόγος, μηδεὶς δὲ προσέχῃ τοῖς λεγομένοις, τί τὸ ὄφελος; Τοσοῦτον γὰρ αὐτὴν σιγηρὰν εἶναι δεῖ, φησὶν, ὡς μὴ μόνον περὶ 62.544 βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν φθέγγεσθαι ἐν ἐκκλησίᾳ. Τοῦτο κόσμος, τοῦτο αἰδὼς, τοῦτο μᾶλλον αὐτὴν τῶν ἱματίων κοσμῆσαι δυνήσεται· ἂν οὕτως ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι. Γυναικὶ δὲ οὐκ ἐπιτρέπω διδάσκειν. Οὐκ ἐπιτρέπω, φησί· ποίαν ἐνταῦθα τοῦτο ἔχει τὴν ἀκολουθίαν; Καὶ πολλήν. Περὶ ἡσυχίας διελέγετο, περὶ κοσμιότητος, περὶ αἰδοῦς· εἶπεν, ὅτι Λαλεῖν αὐτὰς οὐ βούλομαι. Πάντοθεν τοίνυν βουλόμενος αὐτῶν περικόψαι τὴν ἀφορμὴν τῆς λαλιᾶς, μηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν μαθητευομένων ἐχέτωσαν τάξιν· οὕτω γὰρ διὰ τῆς σιγῆς καὶ τὴν ὑποταγὴν δείξουσι. Λάλον γάρ πως τὸ γένος ἐστί· διὰ τοῦτο πάντοθεν αὐτὴν καταστέλλει. Ἀδὰμ γὰρ, φησὶ, πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τί οὖν ταῦτα πρὸς τὰς νῦν; Ναὶ, φησί· τῆς πλείονος ἀπέλαυσε τιμῆς τὸ τῶν ἀνδρῶν γένος·