1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

35

Ἰουδαίᾳ ἐκάθηντο, ταῦτα ἂν ἠγνόησαν. Λοιπὸν βούλεται αὐτοὺς καὶ τῆς τῶν προφητῶν ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν μὲν εὐγνωμονῶσι, διὰ τούτων χειραγωγηθῶσι πρὸς τὴν ἀλήθειαν· ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ. ∆ιὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ ∆ανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν ∆εσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.