1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

35

γίνονται· αἱ γὰρ θεωρητικαί, ἄκραι τινὲς οὖσαι καὶ τὸ τέλειον ἔχουσαι, τὴν ὑπερβολὴν οὐκ ἐπιδέχονται. οὐδὲ γὰρ ἀντίκειται αὐταῖς λύπη οὐδὲ ἐπὶ θεραπείᾳ προηγησαμένης λύπης γίνονται. 19 περὶ θυμοῦ Θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος, ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. διὸ καὶ χολὴ λέγεται καὶ χόλος. ἔστι δὲ ὅτε καὶ ὁ θυμός ἐστιν ὄρεξις ἀντιτιμωρήσεως. ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. εἴδη δὲ τοῦ θυμικοῦ τρία· ὀργή, ἣ καὶ χολὴ καὶ χόλος καλεῖται, μῆνις, κότος. θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων, ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται· μῆνις δὲ χολὴ εἰς παλαίωσιν ἀγομένη· εἴρηται γὰρ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδεδόσθαι· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ. ὅταν γὰρ οὗτος ἄξιον κρίνῃ τὸ γενόμενον ἀγανακτήσεως, τότε ὁ θυμὸς ἐπεξέρχεται, ἐὰν κατὰ φύσιν τὴν οἰκείαν τάξιν φυλάττωσιν. 20 περὶ φόβου ∆ιαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ, εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν· ἔστι δὲ ὄκνος μὲν φόβος μελλούσης ἐνεργείας· κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως, τουτέστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν· αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπ' αἰσχρῷ πεπραγμένῳ. οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν· ταύτῃ δὲ διαφέρει αἰδὼς αἰσχύνης ὅτι ὁ μὲν αἰσχυνόμενος ἐφ' οἷς ἔπραξε καταδύεται· ὁ δὲ αἰδούμενος φοβεῖται περιπεσεῖν ἀδοξίᾳ τινί. καλοῦσι δὲ οἱ παλαιοὶ πολλάκις καὶ τὴν αἰδῶ αἰσχύνην, καὶ τὴν αἰσχύνην αἰδῶ, καταχρώμενοι τοῖς ὀνόμασιν. γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν, τοῦ θερμοῦ παντὸς συντρέχοντος εἰς τὴν καρδίαν ἐπὶ τὸ ἀρχικόν, καθάπερ καὶ ὁ δῆμος ὅταν φοβῆται καταφεύγει πρὸς τοὺς ἄρχοντας. τῆς δὲ λύπης ὄργανον τὸ στόμα τῆς κοιλίας. τοῦτο γάρ ἐστι τὸ τῆς δήξεως αἰσθανόμενον ἐν ταῖς λύπαις, ὡς ὁ Γαληνὸς ἐν τῷ τρίτῳ τῆς ἀποδεικτικῆς φησιν οὕτω πως· τοῖς λυπουμένοις οὐκ ὀλίγον εἰς τὴν γαστέρα καταῤῥεῖ ξανθῆς χολῆς, ὃ τὴν δῆξιν αὐτοῖς παρέχει, καὶ οὐ πρό τερον παύονται λυπούμενοι καὶ δακνόμενοι πρὶν ἐξεμέσαι τὴν χολήν. γίνεται γὰρ ἡ δῆξις αὐτοῖς ὑποκάτω τοῦ κατὰ τὰ μέσα στέρνα χόνδρου, τοῦ ξιφοειδοῦς ὀνομαζομένου. πολὺ δὲ ἀνωτέρω κεῖται ἡ καρδία· τοῦ γὰρ διαφράγματος ἡ μὲν γαστὴρ κατωτέρω ἐστίν· ἡ δὲ καρδία ἀνωτέρω. συνήθως δὲ οἱ παλαιοὶ καρδίαν καὶ τὸ στόμα τῆς γαστρὸς καλοῦσιν, ὡς Ἱπποκράτης καὶ Θουκυδίδης ἐν τῷ λοιμῷ λέγων οὕτως· ὁπότε εἰς τὴν καρδίαν στηρίξαι, ἀνέστρεφέν τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι, ὁπόσαι ἀπ' ἰατρῶν ὠνομασμέναι εἰσίν, ἐπῄεσαν. τὸ γὰρ ἀναστρεφόμενον τὸ στόμα τῆς γαστρός ἐστιν, ἀναγκαζόμενον ἐμεῖν, οὐ τὸ σπλάγχνον ἡ καρδία. 21 περὶ τοῦ ἀλόγου τοῦ μὴ κατηκόου λόγου Τὸ μὲν οὖν ἐπιπειθὲς, λόγῳ τοῦτον ἔχει τὸν τρόπον. τοῦ δὲ μὴ πειθομένου λόγῳ ἐστὶ τό τε θρεπτικὸν καὶ γεννητικὸν καὶ σφυγμικόν. καλεῖται δὲ φυσικὸν μὲν τὸ θρεπτικὸν καὶ γεννητικόν, ζωτικὸν δὲ τὸ σφυγμικόν. 22 περὶ τοῦ θρεπτικοῦ Τοῦ θρεπτικοῦ φυσικαὶ δυνάμεις εἰσὶ τέσσαρες, ἑλκτική, καθεκτική, ἀλλοιωτική, ἀποκριτική· ἕκαστον γὰρ τῶν μορίων τοῦ ζῴου φυσικῶς ἕλκει πρὸς ἑαυτὸ τὴν οἰκείαν τροφὴν καὶ ἑλκύσαν κατέχει καὶ κατασχὸν εἰς ἑαυτὸ μεταβάλλει καὶ οὕτως τὸ περιττὸν ἐξωθεῖ. καὶ αὗταί εἰσιν αἱ δυνάμεις αἱ τὴν τροφὴν τῶν μορίων τοῦ σώματος διοικοῦσαι, ἐξ ὧν ἡ αὔξησις, ἥ τε κατὰ μῆκος καὶ πλάτος, γίνεται. ἐκκρίνεται δὲ τὰ περιττὰ διὰ γαστρός, δι' οὔρων, δι' ἐμέτων, δι' ἱδρώτων, διὰ στόματος, διὰ ῥινῶν, δι' ὤτων, δι' ὀφθαλμῶν, διὰ τῆς ἐκπνοῆς, διὰ τῶν ἀδήλων πόρων. αἱ μὲν οὖν ἄλλαι ἐκκρίσεις πρόδηλοι· δι' ὤτων δὲ ἡ καλουμένη κυψέλη, ἥτις ἐστὶν ῥύπος τῶν ὤτων· διὰ δὲ τῶν ὀφθαλμῶν, δάκρυα καὶ λῆμαι· διὰ δὲ τῆς ἐκπνοῆς, τὸ λιγνυῶδες τῆς θερμότητος τῆς καρδίας. ἀδήλους δὲ πόρους φασὶ τὴν διαπνοὴν παντὸς τοῦ σώματος, καθ' ἣν ἐκ τοῦ βάθους