1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

36

ἡμέτερον ταπεινότης ἐστίν. Ἐγὼ δὲ καὶ τῶν ἔξωθεν ἐγκωμίων συνορῶν δεινῶς καταμέμφομαι, ὅτι σεμνύνειν βουλόμενοι οὓς ἂν ἕλωνται, ὡς μηδὲν ἐξαίρετον εἰπεῖν ἔχοντες ἀγαθὸν μάτην τοῖς τάφοις προσεδρεύουσι καὶ διοχλοῦσι τοὺς κειμένους εἰκῆ καὶ τοὺς νεκροὺς ποιοῦνται κόσμον τῶν ζώντων· δι' ὧν ἐπικαλοῦνται τοὺς τελευτήσαντας ὁμολογοῦντες μηδὲν ἀγαθὸν τοῖς παρ' αὐτῶν ἐγκωμιαζομένοις προσεῖναι. 8.2.4 Καὶ πρὸς τούτοις, εἰ μὲν ὁμολογούμενον ἦν, πάντως τοὺς ἐκ λαμπρῶν πατέρων κατάγοντας καὶ αὐτοὺς ὑπάρχειν ἀγαθοὺς καὶ ὥσπερ τινὰ φύσιν τὴν ἀρετὴν διαδέχεσθαι, εὔκαιρον ἦν ἴσως μνείαν τινὰ τῶν γονέων ποιεῖσθαι· ἐπειδὴ δὲ ψεύδεται τὰς τοῦ γένους διαδοχὰς ἐπὶ πλέον ἡ τῶν ἐπιτηδευμάτων διαφορά γίνεται γὰρ ἄσωτος ὁ τοῦ φιλοσόφου καὶ φιλόσοφος ὁ τοῦ φιληδόνου, μάταιος πόνος τῶν προπάππων μεμνῆσθαι· δέον ἐπιδεικνύειν, εἴπερ ἔχει τις ἀρετῆς κατορθώματα. 8.2.5 Καὶ ταῦθ' ὅτι τοῦτον ἔχει τὸν τρόπον, οὐκ ἔστιν ἄλλοθεν πολυπραγμονοῦντας μαθεῖν, ἀλλ' ἐξ αὐτῆς τῆς ἱερᾶς ἡμῶν Γραφῆς πολύτροπον ἐχούσης καὶ ποικίλην τὴν ὠφέλειαν. 8.3.1 Ἴσμεν πάντως τὸν ἱερέα, τὸν πρεσβύτην ἐκεῖνον, τὸν τοῦ μεγάλου Σαμουὴλ τροφέα τε καὶ διδάσκαλον· ἀλλ' οὐδὲν τοὺς υἱοὺς ὠφέλησεν αὐτὸς ἄριστος ὤν· καὶ ταῦτα τραφέντας ὑπ' αὐτῷ τῷ γεννησαμένῳ καὶ καθ' ἡμέραν μανθάνοντας τοὺς τῆς ἱερωσύνης θεσμούς. 8.3.2 Ἐκ πατέρων πάλιν ἀσεβῶν ὁ Τιμόθεος, τὸν ἀπόστολον λέγω, τὸν γενναῖον τοῦ Παύλου σκύλακα, καὶ οὐ μὴν ἠκολούθησεν ὥσπερ τινὶ φύσει τῶν γονέων τῇ γνώμῃ· λογικῶς δὲ μισήσας τὴν ἐκείνων ἀσέβειαν πρὸς τὸν ἅγιον θεσμὸν τῆς εὐσεβείας ἀπηυτομόλησε καὶ καρπὸς ἀνεφάνη γλυκὺς ἀπὸ ῥίζης πικρᾶς. Ἡμιόνων ἡ συνουσία καὶ προβάτου ὁ τόκος. 8.3.3 Οὕτως ὁ Ἀβεσσαλών, πατρὸς ἐπιεικοῦς μεμηνὼς νεανίσκος καὶ τοσοῦτον ἐπὶ θρασύτητι γνώριμος, ὅσον ὁ πατὴρ ἐν χρηστότητι· ἢ μᾶλλον, εἰ δεῖ τἀληθέστερον εἰπεῖν, πολλῷ τῷ μέτρῳ ὑπερβαλλόμενος τῇ κακίᾳ τὴν ἀρετὴν τοῦ γεννήσαντος. Καὶ ὅλως, εἴ τις θελήσειε ταῖς τοιαύταις τῶν παίδων πρὸς τοὺς πατέρας ἐναντιότησιν ἐπιστῆσαι τὸν νοῦν, μυρίους εὑρήσει σπουδαίους ἀπὸ κακῶν καὶ πονηροὺς ἐκ βελτίστων. Καὶ σφόδρα γε εἰκότως. Εἰ γὰρ φύσις καὶ μὴ τρόπος ἀρετὴν ἢ κακίαν εἰργάζετο, οὐκ ἂν ἦν τὰ δύο, ἀλλὰ μονομερῶς ἐπεκράτει τὸ ἕτερον. 8.4.1 Λεγέσθω τοίνυν Πέτρος υἱὸς Ἰωνᾶ· τίνος δὲ τούτου, οὐδέν μοι διαφέρει. Ἐγὼ γὰρ ἐκ τῶν πράξεων τοῦ υἱοῦ σεμνύνω τὸν γεννησάμενον· καὶ κάτωθεν ἀρξάμενος ἐπὶ τὰ ἄνω παραπέμπω τὴν δόξαν, ὥσπερ οἱ λύχνοι οἱ νύκτωρ ἐκ τοῦ ἐδάφους τοὺς ὀρόφους φωτίζοντες. Ἡσαΐας μὲν οὖν φησι προφητεύων, ὅτι λίθον ἀκρογωνιαῖον ὁ Πατὴρ ἔθηκε τὸν Υἱόν, ἐνδεικνύμενος ὡς ἡ πᾶσα τοῦ κόσμου σύστασις ἐκεῖνον ἔχει τὴν ἕδραν καὶ τὴν κρηπῖδα. 8.4.2 Ὁ δὲ Μονογενὴς πάλιν, καθὼς ἐν εὐαγγελίοις φησίν, θεμέλιον τὸν Πέτρον ὀνομάζει τῆς ἐκκλησίας, Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν. Πρῶτος γὰρ ἀληθῶς οὗτος ὥσπερ τις λίθος μέγας καὶ καρτερὸς ἐνερρίφη τῇ τοῦ κόσμου τούτου κοιλότητι ἢ τῇ κοιλάδι τοῦ κλαυθμῶνος, ὥς φησιν ὁ ∆αβίδ, ἵνα πάντας χριστιανοὺς ἐποικοδομου μένους βαστάσας ἀναγάγῃ πρὸς τὸ ὕψος, ὃ τῆς ἐλπίδος ἡμῶν ἐστιν οἰκητήριον. Θεμέλιον καλεῖ τὸν Χριστὸν καὶ Παῦλος φάσκων· Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. 8.4.3 Τῇ ὁμοίᾳ δὲ κλήσει ὁ Σωτὴρ ἡμῶν καὶ τὸν πρῶτον ἑαυτοῦ μαθητὴν κατεκόσμησε πέτραν ὀνομάσας τῆς πίστεως. ∆ιὰ Πέτρον τοίνυν ἄπτωτον καὶ ἀκλινὲς τὸ τῶν ἐκκλησιῶν ἕδρασμα σώζεται, γνήσιον καὶ πιστὸν γενόμενον τῆς εὐσεβείας μυσταγωγόν. ∆ιὰ τὴν οἰκοδομὴν τοῦ δικαίου ἑστήκαμεν ἐρριζωμένοι, οἱ ἀπὸ ἀνίσχοντος ἡλίου μέχρι καὶ δυομένου χριστιανοί. 8.4.4 Πολλῶν δὲ πειρασμῶν κινηθέντων ἀφ' οὗ κατηγγέλη τὸ εὐαγγέλιον, καὶ μυρίων τυράννων καὶ πρὸ ἐκείνων τοῦ διαβόλου κατασεῖσαι θελήσαντος καὶ εἰς ἔδαφος καθελεῖν ἡμᾶς αὐτοῖς κρηπιδώμασιν· ἔρρευσαν μὲν οἱ