36
νομίσαντος ἀργυρίων δύνασθαι τὴν ἄπρατον ἐξαγοράσασθαι τοῦ ἁγίου Πνεύματος χάριν· καὶ διὰ τῆς βίβλου τῶν ἀποστολικῶν Πράξεων ἀκούουσιν· "Οὐ γάρ ἐστιν ὑμῖν μερὶς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ."
ΚΕΦ. Κςʹ. Ὡς ἀληθῶς γὰρ, ἐπειδὴ μὴ ἔστιν κοινωνία τῷ σκότει πρὸς τὸ φῶς,
καὶ τοῖς ἐστερημένοις τῆς θείας γνώσεως πρὸς τοὺς ὑπ' αὐτῆς καταυγαζομένους· εἰκότως γέγραπται περὶ τῶν κακοδόξων· "Τὸ Πνεῦμα οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται." ∆ικαίως δὲ καὶ ἐπιστέλλουσι περὶ αὐτῶν, ὁ μὲν Ἰωάννης, ὅτι "Ἐπ' ἐσχάτου τοῦ χρόνου ἐλεύσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ, Πνεῦμα μὴ ἔχοντες·" ὁ δὲ Παῦλος, πρὸς μὲν Τιμόθεον· "Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις, καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει· ψευδολόγων κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν·" πρὸς Ἑβραίους δέ· "Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖ, τὶς χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς ∆ιαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;" Ἐφεσίοις δέ· "Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως." Καὶ ὁ ∆εσπότης δὲ ἐν Ματθαίῳ, τῷ ἁλόντι ἐπὶ βλασφημίᾳ τοῦ ἁγίου Πνεύματος, ὡς ἀναπολόγητα πταίσαντι, παρατείνει τὴν κόλασιν, οὐχ ἕως τοῦ παρόντος αἰῶνος, ἀλλὰ καὶ τοῦ μέλλοντος· ἵνα σφόδρα φυλαττώμεθα τοιοῦτο μηδὲ κατὰ ἄγνοιαν ἁμαρτῆσαι, λέγων· "Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται αὐτοῖς· 39.752 καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι." Ἄλλος δὲ ποῖός ἐστι λόγος κατὰ τοῦ ἁγίου Πνεύματος, ἢ ἄλλη ποία νοεῖται περὶ αὐτοῦ βλασφημία, ἢ τὸ μὴ ὁμολογεῖν αὐτὸ Θεὸν ὁμοούσιον καὶ συνάναρχον τῷ Πατρὶ καὶ τῷ Υἱῷ; Ἰδικῶς γὰρ ἐπὶ τοῦ Θεοῦ τὸ βλασφημεῖν εἴρηται. Ὥρισεν δὲ ἀφίεσθαι μὲν τὴν κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου βλασφημίαν, τὴν δὲ περὶ τοῦ ἁγίου Πνεύματος μὴ ἀφίεσθαι· ἐκεῖνο δηλῶν, ὅτι τῷ κἂν γοῦν ὀψέ ποτε μὴ πιστεύσαντι ἐκ τοῦ Θεοῦ Πατρὸς ὁμοουσίως αὐτὸ ἐκπεπορεῦσθαι· τῷ γὰρ ἐπιγνόντι ἀφίεται. Φησὶν γάρ· Ἐπὶ τοῦ Υἱοῦ ἀφορμὴν γοῦν, εἰ καὶ μὴ εὔλογον, ἔχουσι τὰ περὶ τῆς ἀφράστου ἐνανθρωπήσεως μικροπρεπῆ ῥήματα· περὶ δὲ τοῦ ἁγίου Πνεύματος, οὐδεμίαν ἔχουσι σκῆψιν. ∆ιὸ καὶ ἡ Σοφία θεολογοῦσα τὸ θεϊκὸν Πνεῦμα, καὶ ἀπ' αὐτοῦ ἀπειλοῦσα τοῖς βλασφημοῦσιν αὐτὸ, λέγει· "Φιλάνθρωπον γὰρ Πνεῦμα σοφίας, καὶ οὐκ ἀθοώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς, καὶ τῆς γλώσσης ἀκουστής· ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα, γνῶσιν ἔχει φωνῆς." Οἱ γὰρ τῇ θεότητι αὐτοῦ ἀπιστοῦντες, καθὰ ὁ Ἀπόστολος Τιμοθέῳ ἐν τῇ αʹ γράφει Ἐπιστολῇ, ἀφομοιωθέντες Ὑμεναίῳ καὶ Ἀλεξάνδρῳ, "περὶ τὴν πίστιν ἐναυάγησαν, καὶ παρεδόθησαν τῷ Σατανᾷ ἵνα παιδευθῶσι μὴ βλασφημεῖν." Εἰκότως· αἴσιον γὰρ αὐτοῖς τὸ ἅγιον Πνεῦμα πνεῖν οὐκ ἠθέλησαν, καὶ τὴν πάσης ἀγκύρας βεβαιοτέραν ἐπίλαμψιν αὐτοῦ ἠθέτησαν, καὶ ἔχειν αὐτοῦ τε καὶ τοῦ Χριστοῦ τελείαν τὴν κυβέρνησιν οὐκ ἠνέσχοντο, τῆς θεοπρεποῦς καὶ ἰσοτίμου δόξης ἑαυτοὺς στερήσαντες. Καὶ γὰρ, ὡς ἐν τῇ αʹ τῶν Βασιλειῶν εἴρηται παρὰ τοῦ Εἰλὶ, "Ἐὰν ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς τὸν Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;" Ὁ δὲ "Κύριος τὸ Πνεῦμά ἐστιν," ὡς ἔγραψε Παῦλος.