1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

36

κατειληφότα ἐκτραγῳδῆσαι κακὰ φέρει τινὰ τοῖς ὀδυνωμένοις παραμυθίαν, ὥσπερ τινὸς διαπνοῆς διὰ τοῦ λόγου γινομένης, πολλῷ μᾶλλον, ἂν πρὸς τὸν ∆εσπότην ἀνακοινώσῃ τὸν σὸν τὰ τῆς οἰκείας ψυχῆς παθήματα, λήψῃ τινὰ ψυχαγωγίαν καὶ παραμυθίαν πολλήν. Ἄνθρωπος μὲν γὰρ καὶ βαρύνεται πολλάκις τὸν πρὸς αὐτὸν ἀποδυρόμενον καὶ θρηνοῦντα καὶ διακρούεται καὶ ἀπωθεῖται· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καὶ προσίεται καὶ ἐπισπᾶται, κἂν διημερεύσῃς ἀνακοινούμενος αὐτῷ τὰς σὰς συμφοράς, τότε σε μᾶλλον φιλεῖ καὶ ἐπινεύει σου ταῖς ἱκετηρίαις. Τοῦτο γοῦν αὐτὸ ἐνδεικνύμενος ὁ Χριστὸς ἔλεγε· «∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καλεῖ οὖν, μὴ παρακούσωμεν· ἐπισπᾶται, μὴ ἀποπηδήσωμεν· κἂν μυρία ἁμαρτήματα ἔχωμεν, τότε μειζόνως προστρέχωμεν· καὶ γὰρ τοὺς τοιούτους καλεῖ· «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», καὶ ἐνταῦθα τοὺς πεφορτισμένους, τοὺς πεπονηκότας, τοὺς ἐκ βάρους τῶν ἁμαρτημάτων κεκοπιωμένους. Θεὸς γὰρ παρακλήσεως λέγεται καὶ Θεὸς οἰκτιρμῶν· ἐπειδὴ τοῦτο ἔργον αὐτῷ διηνεκές, τοὺς ὀδυνωμένους καὶ τοὺς θλιβομένους παραμυθεῖσθαι καὶ παρακαλεῖν, κἂν μυρία ἁμαρτήματα ἔχωσι. Μόνον ἐπιδῶμεν ἑαυτούς, μόνον προσδράμωμεν αὐτῷ, καὶ μὴ ἀποστῶμεν καὶ διὰ τῆς πείρας αὐτῆς εἰσόμεθα τῶν εἰρημένων τὴν ἀλήθειαν, καὶ οὐδὲν ἡμᾶς τῶν ὄντων λυπῆσαι δυνήσεται, ἐὰν ἔχωμεν ἐκτενῆ εὐχὴν καὶ διηκριβωμένην· ὅπερ γὰρ ἂν ἐπέλθῃ, ῥᾳδίως διὰ ταύτης ἀποκρουσόμεθα. Καὶ τί θαυμαστὸν εἰ περιστάσεις ἀνθρωπίνας λύειν οἶδεν εὐχῆς δύναμις, ὅπου γε καὶ ἁμαρτημάτων φύσιν σβέννυσι καὶ ἀφανίζει ῥᾳδίως; Ἵν' οὖν καὶ μετ' εὐκολίας τὸν παρόντα διανύσωμεν βίον καὶ, ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παρρησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό· οὕτω γὰρ καὶ διηνεκοῦς ἀπολαυσόμεθα τῆς ὑγιείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.