1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

36

φλυα ρίας ἀναφωνοῦντες, οἱ διὰ λοιδορίας ψιθυρίζοντες, οἱ ψευ δηγορίας, οἱ κραυγὰς ἐν ἱπποδρομίαις θρυλλοῦντες. Οὐδὲ γὰρ ἕτερόν τι χρὴ φθέγγεσθαι, ἢ τὰ λόγια τοῦ Θεοῦ. Τούτου ἕνεκεν καὶ ἐπιφέρει λέγων· Ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Τὸ Ἡρετισάμην, ὁ μὲν Σύμμαχος, Εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐξελεξάμην, εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν. Τοῦτο γὰρ χεὶρ τοῦ Θεοῦ. Οἱ γὰρ ἐκλεγόμενοι τὰς ἐντολὰς τοῦ Θεοῦ πάντως καὶ τὴν παρ' αὐτοῦ σωτηρίαν κομίζονται. Ἐπεπόθησα τὸ σω 55.707 τήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστίν. Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ. Ποῖον δὲ σωτήριον; Ὃ γέγονεν, ἐνανθρωπήσαντος τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Τότε γὰρ ἐσώθημεν ἐκ τῆς κατοχῆς τοῦ ἐχθροῦ, καὶ ἐμάθομεν μελετᾷν τὰ εὐαγγε λικὰ προστάγματα. Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε· κατὰ τὰ κρίματά σου βοήθησαί μοι. Ζωὴν ἐνταῦθα τὴν ἔνθεον λέγει τὴν αἰνέσει τοῦ Θεοῦ γινομένην· αἰτεῖ δὲ συνέπεσθαι αὐτῷ εἰς βοήθειαν τὰ κρίματα τοῦ Θεοῦ. Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν. Ἐπλανήθην ὡς πρόβατον ἀπ ολωλός. Τοῦτο καὶ τῷ προφήτῃ λέγειν μετὰ τὴν ἁμαρ τίαν ἥρμοττε, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Ζή τησον τὸν δοῦλόν σου· ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Ἐκπεπτωκότος τοῦ Ἀδὰμ διὰ τῆς παραβάσεως τοῦ παραδείσου, εἰς πάντας διῆλθε τὸ ἁμάρτημα, ὡς ὁ Ἀπόστολος ἔφη, καὶ ὡς πρόβατον ἀπολωλὸς ἐπλα νήθησαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰς φάραγ γας τῆς ἁμαρτίας, ὅπου οὐκ ἦν ἐπισκοπὴ τοῦ Θεοῦ, λατρεύοντες δαίμοσι καὶ εἰδώλοις. Ἀλλ' ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, τοῦ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· καὶ ζητήσας πλα νώμενον, εὗρε, καὶ τοῦτο ἀνεκαλέσατο, καὶ ἐπὶ τῶν ὤμων ἐβάστασε, καὶ συγκατέμιξεν αὐτὸ τῇ ἰδίᾳ ποίμνῃ. Εἰρηνοποίησε γὰρ τὰ ἐπίγεια τοῖς οὐρανίοις ἐν τῇ ἐν σάρκῳ αὐτοῦ παρουσίᾳ. ∆ιὸ καὶ ποιμένες μετ' ἀγγέλων ἐν τῇ γεννήσει αὐτοῦ ἐδόξαζον λέγοντες· ∆όξα ἐν ὑψί στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ προφήτης προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Ὡς δὲ ἀνωτέρω 55.708 εἴρηται, ἔδραμεν ὁ ποιμὴν ὁ καλὸς ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ ζητήσας εὗρε, καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἐπανήγαγε, καὶ εὐφράνθη ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις· τοῦτο δηλοῦντος τοῦ λόγου, ὁσάκις τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπι-λανθανόμεθα, ζητεῖ ἡμᾶς ὁ Θεὸς εἰς ἑαυτὸν ἀνακαλούμενος. Σκοπήσωμεν δὲ τὴν τοῦ ψαλμοῦ ἀρχὴν καὶ τὸ τέλος. Λέγει γὰρ ἐν προοιμίοις· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· καὶ ἐν τῷ τέλει τούτου· Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Οἱ οὖν πορευόμενοι ἐν νόμῳ Κυρίου, πάντως τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπιλανθάνονται· καὶ οἱ μὴ ἐπιλανθανόμενοι τὰς ἐντολὰς, πορεύονται ἐν νόμῳ Κυρίου. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνῳ ταῦτα τῷ προφήτῃ προσήκειν, ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασι. Καὶ ταῦτα μὲν, ἀδελφοὶ, τῶν πατέρων τὰ ὑπομνήματα καὶ τὰ διδάγματα, ἐξ ὧν καὶ ἡμεῖς ἀρυσάμενοι μετεδώκαμεν ὑμῖν μετὰ τῆς δεούσης ἐπιφροσύνης, ὅπως αἱ ἐντολαὶ τοῦ Θεοῦ προκόπτωσιν εἰς ὑμᾶς. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ἴδιον, ἵνα κατὰ τὴν εἰλικρινῆ ἡμῶν πίστιν καὶ αἱ πράξεις ἀγαθαὶ ὦσιν. Ἐν αἷς στηρίξει ὑμᾶς Κύριος ὁ Θεὸς,