1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

37

ποταμοί, ὥς φησιν ὁ σωτήριος λόγος, ὡς χείμαρροι, σφοδροὶ δὲ ἄνεμοι τῶν διαβολικῶν πνευμάτων προσέβαλον, λαῦροι δὲ ὑετοὶ τῶν διωκόντων χριστιανοὺς κατερράγησαν, καὶ οὐδὲν ἰσχυρότερον ὤφθη τοῦ κατὰ Θεὸν ὀχυρώματος, ἐπειδὴ ταῖς ἁγίαις παλάμαις τοῦ πρώτου τῶν ἀποστόλων κατεσκευάσθη τὸ τῆς πίστεως οἰκοδόμημα. 8.4.5 Ταῦτα δὲ γέγονε δι' ἕνα λόγον τῆς εὐλογίας τοῦ πέτραν τὸν εὐαγγελιστὴν ὀνομάσαντος. Ἴδωμεν δέ, εἰ δοκεῖ, πῶς οἰκοδόμει Πέτρος· οὐ λίθοις καὶ πλίνθοις, οὐδὲ ταῖς ἄλλαις ὕλαις ταῖς γεηραῖς, ἀλλὰ λόγοις καὶ πράξεσιν αἷς ἐνηργεῖτο παρὰ τοῦ Πνεύματος. 8.5.1 Τοῦ τοίνυν Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀνελθόντος εἰς οὐρανοὺς ἡνίκα τὴν νεφέλην εἶχεν ὄχημα τῶν ἀποστόλων βλεπόντων, οὗτος ὁ ἀνὴρ ἀντελάβετο τῆς τοῦ εὐαγγελίου διδασκαλίας· καὶ πρὸ πάντων τῶν κοινωνῶν τῆς ἐπισκοπῆς ἀνοίξας τὸ στόμα τῶν λυσσώντων κατὰ τῆς εὐσεβείας κατεθάρσησε δήμων καὶ δημηγόρος ἀνεφάνη σοφὸς ἐν μέσῳ τῶν ἐθνῶν καὶ τοῦ Ἰσραήλ· ἀνθρώπων ἀκονώντων τοὺς ὀδόντας καὶ θυμοῦ πληρουμένων, εἴ τις τὸν Ἰησοῦν ὀνομάσειεν. 8.5.2 Ὥστε τὸ εἰς τὸν Κύριον παρὰ τῆς προφητείας λεχθὲν ἁρμόζειν πάνυ καὶ Πέτρῳ, τὸ Περιεκύκλωσάν με κύνες πολλοί, ταῦροι πίονες περιέσχον με. Ἀλλ' ὅμως ζέων τῷ Πνεύματι καὶ τὴν ἐντολὴν ἀνεπίληπτον σῴζων τὴν εἰποῦσαν αὐτῷ· Βόσκε τὰ ἀρνία μου, στὰς εἰς δῆμον σύμμικτον ἐκ μυρίων ἐθνῶν ἐβόα· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἅπαντες. 8.5.3 Καὶ ἵνα μὴ μακρολογῶμεν πᾶσαν τὴν ῥῆσιν συνείροντες, ἀπομέμνηται τῶν λογίων τοῦ Ἰωὴλ προφητευόντων τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν· ἐκεῖθεν ἐπὶ τὸν ∆αβὶδ μεταβαίνει καὶ τὸν πεντεκαιδέκατον ψαλμὸν παραθέμενος βεβαιοῖ τὴν ἀνάστησιν· καὶ τὸν πάντα λόγον συμπερανάμενος ἐν σοφίᾳ λόγων καὶ μαρτυρίᾳ τοῦ νόμου εὐθὺς τοὺς ἀκροατὰς ἐπηγάγετο, οὐ δέκα, οὐδὲ ἑκατόν, οὐδὲ τρὶς ἢ πεντάκις τοσούτους, ἀλλὰ τρεῖς χιλιάδας ἀνδρῶν, ἐκκλησίας πλήρωμα, δῆμον ὅλον ἱκανὸν καταπλῆξαι τοὺς δυσμενεῖς, ὧν ἀπερράγησαν ἀθρόον. 8.5.4 Ὢ πειθοῦς φάρμακον θερμὸν καὶ διάπυρον ὀξέως τῶν ψυχῶν καθα ψάμενον! Ὢ σοφία θεολόγος πᾶσαν σοφίαν ἀνθρωπίνην καλύψασα! Τί λέγετε, οἱ τὸν ∆ημοσθένην στεφανοῦντες κατὰ ῥήτορας καὶ τὸν Σωκράτην ἀνυμνοῦντες ἐν φιλοσόφοις; ∆ημοσθένης μὲν γάρ, ὁ τὴν ῥητορικὴν μέγας καὶ πολυθρύλητος, τοσοῦτον ἀπεῖχε τοῦ περὶ ὧν ἐβούλετο πείθειν, ὥστε καὶ ἐξωρίσθη τῆς πόλεως παρὰ τῶν ἀκροατῶν· Σωκράτης δὲ τῶν πολλῶν πρὸς Ἀθηναίους λόγων καὶ τῶν σοφῶν διαλέξεων τέλος τὸ κώνειον εὕρατο, παρὰ τοῦ χοροῦ τῶν μαθητῶν φονευθείς· τοσοῦτον αὐτὸν περιῆν τῆς τοῦ πείθειν δυνάμεως. 8.5.5 Πέτρος δὲ ὁ ἁλιεύς, ὁ χειροτέχνης, ὁ ἀμαθής, ὁ πᾶν ὅπερ ἂν ἐθέλῃ τις φαυλίζων καλεῖν, ἐν μίᾳ λόγου προσβολῇ τρισχιλίους ἄνδρας θηρεύσας βεβαίως μετέστησε· καὶ ταῦτα δυσανασχετοῦντας καὶ στασιάζοντας καὶ οὐ συγχωροῦντας αὐτῷ τὴν ἀρχὴν διαίρειν τὸ στόμα. 8.6.1 Ἐλθόντος δὲ εἰς ἐπίδοσιν καὶ προκοπὴν ἱκανὴν τοῦ τῶν χριστιανῶν τάγματος, ἐπειδὴ πρὸς ταῖς λογικαῖς διδασκαλίαις καὶ παραινέσεσι καὶ τῆς πρακτικῆς δυνάμεως θαυμαστὴν παρεῖχε τὴν πεῖραν, ἄρτιον ἀνα στήσας τὸν χωλὸν ἐκ τῶν τοῦ ναοῦ προπυλαίων, χωλὸν ἐκεῖνον τὸν ἐκ κοιλίας μητρὸς πταίσματι φύσεως παθόντα τὴν νόσον, ἅπας δὲ ὁ λαὸς ἐπὶ τὸ ἱερὸν συνερρύη τῇ φήμῃ τῆς μεγαλουργίας δημαγωγηθεὶς πρὸς τὴν θέαν, καὶ πρὸς τὸν ἄνδρα πάντες ἔβλεπον ἀτενῶς ἐκπεπληγμένοι τῷ θαύματι· ἀπεφράγη τε τῶν ἐχθρῶν τοῦ Χριστοῦ τὰ στόματα καὶ ὁ σταυρὸς λοιπὸν ἦν τρόπαιον νίκης, οὐκ ὄνειδος. 8.6.2 Πάλιν ὁ ἀπαίδευτος, ὁ τῆς βαναύσου τέχνης ἐργάτης, δευτέρων ἄρχεται λόγων φάσκων πρὸς αὐτούς, ὅτι Ὢ ἄνδρες, εἰ θαύματος ὑμῖν ἄξιον καὶ θεϊκῆς ἐνεργείας φαίνεται τὸ γενόμενον, προσκυνεῖτε τὸν θεραπευτὴν τοῦ χωλοῦ, Ἰησοῦν, ὃν ἐρραπίσατε καὶ τελευταῖον ὑπερζέσαντες τῷ θυμῷ ἐπὶ τοῦ ξύλου ὑψώσατε. Οὗτός ἐστι καὶ ζῇ· καὶ καθὼς ὑμῖν ἐλέχθη πολλάκις, ἀναστὰς ἐκ νεκρῶν βασιλεύει τῶν πάντων. 8.6.3 Ὥστε