37
παίδων τοῦτο ποιοῦμεν πολλάκις, ἐκείνους ἀτιμάσαντες, ἑτέρους ἐν τοῖς ἐκείνων τόποις δείκνυμεν· ἵνα μὴ τῇ στερήσει μόνον τῶν οἰκείων καλῶν, ἀλλὰ καὶ τῇ τῶν ἄλλων ἐπιμελείᾳ δάκνωνται καὶ λυπῶνται. *Καὶ ἰάσαντο τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐπ' ἀτιμίᾳ, λέγοντες· Εἰρήνη, εἰρήνη, ποῦ δὲ εἴη; Τὸ, Ἐπ' ἀτιμίᾳ, τοῦτό ἐστιν, Ἐπὶ ματαιότητι. Ἵναεἴπῃ, ἐπ' οὐδεμιᾷ ὠφελείᾳ, ἐπὶ βλάβῃ μὲν οὖν, καὶ ἱκανὴ ἀτιμία ἀπάγειν τοὺς πειθομένους. *Οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατεῤῥύηκε, καὶ ἔδωκεν αὐτοῖς, καὶ παρῆλθεν αὐτούς. Τὸ παρατεταγμένον τοῦ πολέμου ἔδειξεν. Ἀνωτέρω γὰρ ἔφη· Ἡ φαρέτρα αὐτοῦ, ὡς τάφος ἀνεῳγμένος. Πάντες ἰσχυροὶ, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν, καὶ τοὺς ἄρτους ὑμῶν, τὸν καιρὸν τῆς ἐπιστασίας μηνύων. Τοῦτο τοίνυν βούλεται εἰπεῖν, ὅτι Τοσοῦτος χρόνος παρῆλθεν, ὥστε καὶ τὴν τοῦ χειμῶνος ἐπιστῆναι ὥραν, καὶ οὐδὲν βέλτιον διετέθημεν. Τὸ γὰρ, Καὶ ἔδωκεν αὐτοῖς, τουτέστι, Τοῖς ἐχθροῖς ὁ Θεὸς παρέσχε τὰ ἡμέτερα ἀγαθά· τὸ δὲ, Καὶ παρῆλθεν αὐτοὺς, τουτέστι, τῶν μὲν ἀπήλαυσαν, τὰ δὲ διέφθειραν. Τί ἐστι τοῦτο; ἤτοι τῶν πολεμίων λαβόντων· ἢ καὶ ἀφορίας γενομένης τάχα δὲ τῆς ἴσ. διὰ τῆς τοῦ Θεοῦ πληγῆς. Ἐπειδὴ γὰρ συνεχῶς πολεμοῦντες ἐγύμνουν τὴν γῆν, ταῦτα συνέβαινεν· ἐγένετο δὲ ἵνα παιδεύωνται ἐν τοῖς καρποῖς. Καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς. Ὁρᾷς ὅσον ἀγαθὸν ἡ θλῖψις; ὕδωρ δὲ χολῆς ποῖον ἂν γένοιτο; τὴν ἔκβασιν videtur deesse verbum λέγει, η σημαίνειaut simile μαρτυρουμένην· ἃ ἔμελλον ἐρεῖν προλαβὼν ὁ προφήτης λέγει. *Ἐπὶ τί ἡμεῖς καθήμεθα; 64.849 Τουτέστιν, Οὐδὲν προσδοκῶμεν τῶν τῆς γῆς καρπῶν. Συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἀποῤῥιφθῶμεν ἐκεῖ. Τουτέστιν, Λείπεται εἰς πόλιν γενομένους σώζεσθαι, πάντων τῶν ἔξωθεν ὑπὸ τῶν πολεμίων ληφθέντων. *Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά. Τουτέστι· Κατεφύγομεν εἰς πόλιν, ὡς ἐκεῖ μέλλοντες ἐν εἰρήνῃ διάγειν, κἀκεῖ ἔνδεια κατέλαβεν. Εἰς καιρὸν ἰάσεως. Τουτέστιν, Ὥστε ἀπαλλαγῆναι τῶν πολεμίων. Καὶ ἰδοὺ σπουδή. Ἀντὶ τοῦ, Χείρων ἡ ἐντεῦθεν ταραχὴ, τῶν ἔξωθεν· τούτοις μὲν γὰρ καὶ ἐνῆν· οἱ δὲ εἰς ἀμήχανον πολιορκίαν ἔπιπτον. Ἐκ ∆ὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων. Ἐν ταῖς τιμωρίαις ὁ Θεὸς ἀεὶ μείζονα τῆς κολάσεως τὴν ὄψιν δείκνυσιν. Ἐκ προοιμίων αὐτὴν φοβερὰν εἶναι ποιεῖ, ἵνα τοῦτο γένηται διόρθωσις. Ἐπαίρει τοῖς λόγοις, ἐπαίρει τοῖς ἔργοις, καὶ τὰ προοίμια δείκνυσι χαλεπὰ, ἵνα φοβηθέντες, καὶ σωφρονισθέντες, μηκέτι εἰς πεῖραν ἔλθωσι τῶν δεινῶν. *Ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ, ἐσείσθη πᾶσα ἡ γῆ. Τουτέστι, ἐς φυγὴν ἐτράπη. ∆ιότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις. Ἀναμιμνήσκει τῶν ἐπὶ τῆς ἐρήμου συμβάντων αὐτοῖς· οὐ γὰρ δὴ, ὄφεις ἔμελλεν ἐπιπέμπειν, ἀλλὰ τοὺς Πέρσας οὕτω καλεῖ καὶ τοὺς Βαρβάρους. Καίτοι θηρίων ἔφοδον μηνύει, ὡς ἐν τῇ ἐρήμῳ, ἢ τῶν πολεμίων τὸ πικρὸν παρέστησε διὰ τοῦ παραδείγματος· ὅτι δὲ τὸ παρατεταγμένον τῶν συμφορῶν διὰ τῶν ἄρτι λεχθέντων ἐμήνυσε, σαφῶς δηλοῖ· προϊὼν γάρ φησι· Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται. Ὅθεν οὐκ ἔστιν εὑρεῖν τινα παραμυθίαν τῆς ἀῤῥωστίας· ῥᾴδιον γὰρ ἡμεροῦται θηρίον, ἢ θυμὸς βαρβαρικός. Ἰδοὺ κραυγὴ φωνῆς θυγατρὸς λαοῦ μου. Ὁ προφήτης ἀκούει πάλιν ὀδυρομένων αὐτῶν ἀπὸ τῆς αἰχμαλωσίας. Ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; Μὴ ἀναρχία τίς ἐστι παρ' αὐτοῖς; Πόθεν προεδόθησαν; καὶ τὸν Θεὸν εἶχον, καὶ τὸν βασιλέα τὸν στρατηγοῦντα τῆς πόλεως. Τί ἐστι, Βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; Συνεχῶς τοῦτο δείκνυσι, τὸν Θεὸν ὑπὲρ βασιλέας εἶναι. Ἰδοὺ, φησὶ, πᾶσα ἀφῄρηται πρόφασις ὑμῖν· ἔδωκα καὶ βασιλέα. Τί γέγονεν, ὅτι τὰ ἔθνη ἐμιμήσασθε, καὶ ἐλέγετε· Καὶ ἐσόμεθα ὡς τὰ λοιπὰ ἔθνη ἔχοντες βασιλέα; Βασιλέα ἐλάβετε· τίνος ἕνεκεν οὐκ ἐμείνατε ἐπὶ τῶν οἰκείων νομίμων, ἀλλ' ἠσεβήσατε; 64.852 Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτίσθην. Οὐ διὰ τὰς