1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

37

πάντων τοῦτο βούλεται εἰπεῖν, ὅτι τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, πᾶσαν ἐπιμέλειαν ἐπεδειξάμην. Οὐ κατέτεινα καμάτοις, οὐ συνέτριψα πόνοις, οὐκ αὐτοὺς οἰκοδομῆσαι ἐκέλευσα, οὐκ αὐτοὺς σκάψαι, οὐκ αὐτοὺς φυτεῦσαι, ἀλλ' ἀπηρτισμένον τὸ ἔργον παρέδωκα. Καὶ οὐδὲ μέχρι τούτου τὰ τῆς φιλανθρωπίας ἔστησα μόνον, ἀλλά· Καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἀνέμεινα τὸν προσήκοντα καιρὸν τῆς καρποφορίας, μακροθυμίᾳ πολλῇ χρησάμενος. Τὸ γάρ· Ἔμεινα, τοῦτο δηλοῖ. Ἐποίησε δὲ ἀκάνθας. Τὸν ἄκαρπον αὐτῶν βίον ἐνδείκνυται, τὸν τραχύν, τὸν σκληρόν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι μετὰ τοσαύτην ἐπιμέλειαν τούτους ἀποδόντες τῷ γεωργῷ τοὺς καρπούς; Καὶ νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ κρίνατε ἐν ἐμοὶ καὶ ἀνάμεσον τοῦ ἀμπελῶνός μου. Πολλὴ ἄρα τῶν δικαιωμάτων ἡ περιουσία, ὅταν αὐτοὺς τοὺς ὑπευθύνους δικαστὰς καθίζῃ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις, καὶ τοῖς ὑπ' ἐκείνων. Καὶ νῦν. Οὐ λέγω τὰ παλαιά, φησίν, ἀλλὰ καὶ σήμερον ἕτοιμός εἰμι δικάζεσθαι. Οὕτως οὐδέποτε διαλείπω τὰ ἐμαυτοῦ πληρῶν, ὡς οὐδὲ ὑμεῖς τὰ ἑαυτῶν πληροῦτε. Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Ἃ μὲν ἐποίησα, ταῦτά ἐστι, φησί, πλὴν οὐκ ἀρκοῦμαι τοῖς γεγενημένοις, οὐδὲ λέγω ὅτι πολλὰ εὐηργέτησα, ἀλλ' εἰ μὴ πάντα εὐηργέτησα, εἰ μὴ πάντα ἐποίησα, μεθ' ἃ ποιῆσαι λοιπὸν οὐδὲν ἦν, τοῦτο ὑμᾶς εἰπεῖν ἀπαιτῶ, ὑμᾶς τοὺς ἀπολελαυκότας καὶ μάρτυρας τῶν γεγενημένων ὄντας καὶ τῇ πείρᾳ ταῦτα μαθόντας, οὐκ ἀλλοτρίους τινὰς καὶ ξένους· διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Ἡ συνθήκη δοκεῖ ἀσαφεστέρα εἶναι, διόπερ αὐτὴν σαφεστέραν ἀνάγκη ποιῆσαι. Ὃ γὰρ λέγει, τοῦτό ἐστι· Τί ἔδει με ποιῆσαι καὶ οὐκ ἐποίησα; ὅτι τοιαῦτα ἥμαρτον, τί ἔχοντες αἰτιᾶσθαι ἢ ὥς τινων παραλελειμμένων τοιαῦτα ἐπλημμέλησαν; Νῦν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου. Ἐπειδὴ τὴν νίκην ᾔρατο καὶ τὴν ἀγνωμοσύνην ἔδειξε τὴν ἐκείνων, τότε λοιπὸν ἐπάγει καὶ τὴν ψῆφον καὶ λέγει ταῦτα ἃ μέλλει ποιεῖν οὐχ ἵνα καταδικάσῃ, ἀλλ' ἵνα τῷ φόβῳ τῆς ἀπειλῆς ἐπιεικεστέρους ποιήσῃ. Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.

5.3 Ἀποστήσω, φησί, τὴν ἐμὴν συμμαχίαν, γυμνώσω μου τῆς βοηθείας, ἐρήμους καταστήσω τῆς τοσαύτης προνοίας καὶ εἴσονται διὰ τῶν ἐναντίων ὧν ἀπήλαυον ἔμπροσθεν, ὅταν ὦσι πᾶσιν εἰς ἁρπαγὴν προκείμενοι. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Πάλιν λέγω ὅτι τῇ μεταφορᾷ κέχρηται. Εἰ δέ τις καὶ θερμότερον ἐξετάζειν βούλοιτο, τὴν ἀπὸ τῆς διδασκαλίας, τὴν ἀπὸ τῶν ἐντολῶν ἐπιμέλειάν φησιν. Οὐ γὰρ ἀπολαύσονται τῶν αὐτῶν, ὧν καὶ ἔμπροσθεν, οὐ διδασκάλους ἕξουσιν, οὐκ ἄρχοντας, οὐ προφήτας ὁμοίως τοὺς διορθουμένους αὐτούς, τοὺς ἐπιμελουμένους αὐτῶν. Ὥσπερ γὰρ οἱ τὴν ἄμπελον θεραπεύοντες σκάπτουσιν, τέμνουσιν, οὕτως οἱ ψυχὰς διορθούμενοι ἀπειλοῦσιν, φοβοῦσιν, διδάσκουσιν, ἐγκαλοῦσιν· ἀλλ' ἐν ἐρημίᾳ τούτων ἔσονται, φησίν, εἰς τὴν ἀλλοτρίαν ἀπενεχθέντες. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἢ τὴν ἐρημίαν τῆς πόλεώς φησιν, ἢ τὴν ἐρημίαν τὴν αὐτῶν καὶ τῆς ἑκάστου ψυχῆς· νεφέλας δὲ ἐνταῦθα τοὺς προφήτας τινὲς λέγουσιν, ἅτε ἄνωθεν τὸν ὑετὸν δεχομένους καὶ παραπέμποντας τῷ δήμῳ τὰ λεγόμενα. Ἀλλ' οὐδὲ οὗτοι, φησί, τὰ συνήθη ποιήσουσιν. Εἰ γὰρ καὶ εἷς που καὶ δεύτερος συναπῆλθεν, ἀλλ' ὁ δῆμος τῶν προφητῶν τότε ἐσίγα. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπειδὴ πολλῇ τῇ μεταφορᾷ διὰ τῶν ὀνομάτων ἐχρήσατο, ἀμπελῶνα καὶ πύργον καὶ προλήνιον καὶ φραγμὸν καὶ σκαφητὸν καὶ τμῆσιν ἀμπέλου λέγων, ἵνα μὴ περὶ ἀμπελῶνός τις τῶν τότε ἀνοήτως νομίσῃ εἶναι τὰ λεγόμενα, ταχέως