1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

37

ἁγιασμῷ μετὰ σωφροσύνης· τουτέστιν, ἐὰν αὐτοὺς ἐν ἀγάπῃ μετὰ τὸ τεκεῖν καὶ ἁγνείᾳ διατηρήσωσιν. Ἐν τούτοις οὐ μικρὸν ἕξουσι τὸν ὑπὲρ τούτων μισθὸν, ἀλλὰ καὶ σφόδρα μέγαν, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Χριστῷ. Ἁγιασμὸν δὲ τὸν ὀρθὸν λέγει βίον, σωφροσύνην δὲ τὴν κοσμιότητα. Πιστὸς ὁ λόγος. Πρὸς τοῦτο εἴρηται, οὐ πρὸς τὸ, Εἴ τις ἐπισκοπῆς ὀρέγεται. Ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, διὰ τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς, καὶ μητέρες, ὅταν αὐτοὺς ἐκθρέψωσι καλῶς. Τί οὖν, ἂν αὐτὴ μὲν ᾖ μοχθηρὰ καὶ μυρίων κακῶν γέμουσα; ἆρα ἀπὸ τῆς παιδοτροφίας ὠφεληθήσεται; οὐκ εἰκὸς δὲ μᾶλλον τοιούτους αὐτοὺς τρέφειν ὁμοίους αὐτῇ; Περὶ τῆς ἐναρέτου ταῦτά φησιν, οὐ τῆς τυχούσης, ὅτι πολὺν καὶ τούτου λήψεται μισθὸν καὶ ἀμοιβήν. Ἀκούσατε ταῦτα, πατέρες καὶ μητέρες, ὡς οὐκ ἄμισθος ὑμῖν ἔσται ἡ παιδοτροφία. Τοῦτο οὖν καὶ προϊών φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησε· μετὰ τῶν ἄλλων καὶ αὐτὸ τίθησιν. Οὐ γάρ ἐστι τοῦτο μικρὸν τὸ τὰ δοθέντα παιδία παρὰ Θεοῦ, ταῦτα τῷ Θεῷ ἀνατιθέναι. Ἂν γὰρ τὴν κρηπῖδα καὶ τοὺς θεμελίους καλοὺς ἔχοιεν τῆς καταβολῆς, μέγαν ἕξουσι τὸν μισθόν· ὥσπερ οὖν ἀμελοῦντες, τὴν κόλασιν. Ἐπεὶ καὶ ὁ Ἠλεὶ διὰ τοὺς παῖδας ἀπώλετο τοὺς ἑαυτοῦ· ἐχρῆν γὰρ αὐτοὺς νουθετεῖν. Καὶ μὴν ἐνουθέτει· ἀλλ' οὐχ ὡς ἔδει, ἀλλὰ μὴ βουληθεὶς αὐτοὺς λυπῆσαι, καὶ αὐτοὺς καὶ ἑαυτὸν προσαπώλεσεν. Ἀκούσατε ταῦτα, οἱ πατέρες· παιδεύετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μετὰ πολλῆς τῆς ἐπιστροφῆς. Ἄγριον ἡ νεότης, πολλῶν δεομένη τῶν ἐπιστατούντων, διδασκάλων, παιδαγωγῶν, ἀκολούθων, τροφέων· ἀγαπητὸν γὰρ μετὰ τοσαῦτα κατασχεθῆναι αὐτήν. Καθάπερ τις ἵππος ἀδάμαστος, καθάπερ τι θηρίον ἀτίθασσον, τοιοῦτόν ἐστιν ἡ νεότης. Ἂν τοίνυν ἄνωθεν καὶ ἐκ πρώτης ἡλικίας ὅρους αὐτῇ πήξωμεν καλοὺς, οὐ δεησόμεθα πολλῶν μετὰ ταῦτα πόνων, ἀλλ' ἡ συνήθεια νόμος αὐτοῖς ἔσται λοιπόν. Μηδὲν ἐῶμεν αὐτοὺς τῶν ἡδέων καὶ βλαβερῶν ποιεῖν, μηδὲ ὡς παισὶ χαριζώμεθα· ἐν σωφροσύνῃ μάλιστα διατηρῶμεν αὐτούς· τοῦτο γὰρ πάντων πλέον τὴν νεότητα λυμαίνεται. Πρὸς τοῦτο πολλῶν ἡμῖν δεῖ τῶν ἀγώνων, πολλῆς τῆς προσοχῆς. Ταχέως αὐτοῖς γυναῖκας ἄγωμεν, ὥστε καθαρὰ αὐτῶν καὶ ἀνέπαφα τὰ σώματα δέχεσθαι τὴν νύμφην· οὗτοι οἱ ἔρωτες θερμότεροι. Ὁ πρὸ τοῦ γάμου σωφρονῶν, πολλῷ μᾶλλον μετὰ τὸν γάμον· ὁ δὲ μαθὼν πορνεύειν πρὸ τοῦ γάμου, καὶ μετὰ τὸν γάμον τοῦτο ποιήσει. Ἀνδρὶ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς. ∆ιὰ τοῦτο στέφανοι ταῖς κεφαλαῖς ἐπιτίθενται, σύμβολον τῆς νίκης, ὅτι ἀήττητοι γενόμενοι, οὕτω προσέρχονται τῇ εὐνῇ, ὅτι μὴ κατηγωνίσθησαν ὑπὸ τῆς ἡδονῆς. Εἰ δὲ ἁλοὺς ὑπὸ τῆς ἡδονῆς πόρναις ἑαυτὸν ἐκδῷ, τίνος ἕνεκεν λοιπὸν καὶ στέφανον ἔχει ἐπὶ τῆς κεφαλῆς, ἡττημένος; Ταῦτα αὐτοῖς παραινῶμεν, τούτοις νουθετῶμεν, φοβῶμεν, ἀπειλῶμεν, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιοῦντες. Μεγάλην παρακαταθήκην ἔχομεν τὰ παιδία. Φροντίζωμεν τοίνυν αὐτῶν, καὶ πάντα ποιῶμεν, μὴ ὁ πονηρὸς ἡμᾶς αὐτοὺς ἀφέληται. Νῦν δὲ πάντα ἀπεναντίας γίνεται παρ' ἡμῶν. Ὅπως μὲν γὰρ ἔσται τὸ χωρίον καλὸν, πάντα πράττομεν, καὶ ὅπως ἀνδρὶ πιστῷ τοῦτο ἐγχειρίσωμεν, 62.547 καὶ ὀνηλάτην, καὶ ὀρεοκόμον, καὶ ἐπίτροπον, καὶ λογοθέτην εὐνούστατον ἐπιζητοῦμεν· ὃ δὲ πάντων ἡμῖν ἐστι τιμιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωμέν τινι τῷ δυναμένῳ αὐτοῦ τὴν σωφροσύνην διατηρῆσαι, οὐ σκοποῦμεν· καίτοι τοῦτο πάντων ἐστὶ τὸ κτῆμα τιμιώτερον, καὶ ἐκεῖνα διὰ τοῦτο γίνεται. Τῶν μὲν οὖν κτημάτων αὐτοῖς φροντίζομεν, αὐτῶν δὲ οὐκέτι. Ὁρᾷς τὴν ἀλογίαν; Ἄσκησον τοῦ παιδὸς τὴν ψυχὴν, κἀκεῖνα παρέσται λοιπόν· ταύτης μὲν γὰρ οὐκ οὔσης ἀγαθῆς, οὐδὲν ὄφελος αὐτῷ τῶν χρημάτων· ταύτης δὲ κατωρθωμένης, οὐδὲν βλάβος ἀπὸ τῆς πενίας. Βούλει καταλιπεῖν αὐτὸν πλούσιον; δίδαξον αὐτὸν εἶναι χρηστόν· οὕτω γὰρ καὶ τὰ κτήματα συγκροτῆσαι δυνήσεται, καὶ ἐὰν