1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

38

προελθεῖν." Ὡς τὸ ἔνδον τεθολωμένος καὶ βεβλαμμένος διορατι 39.761 κὸν ὁ ἐπάρατος Πορφύριος, καὶ πρὸς τὴν τελεωτάτην ἀδυνατῶν θεολογίαν, ἅτε μήτε κατ' ἐπιθυμητικὴν καὶ φοιτικὴν αὐτοῦ ὁρμὴν, τὴν παροῦσαν ποιούμενος ἐξήγησιν, ἀμυδρῶς τὸ ἓν καὶ σωστικὸν ἅγιον Πνεῦμα τοῦ Θεοῦ ψυχὴν προσηγόρευσεν· οὐ τὴν ἀνθρώπου δὲ ὅμως, ἀλλὰ τὴν τῷ παντὶ διαπεφοιτηκυῖαν κόσμῳ. Ἔχεις οὖν καὶ τοὺς τῶν ἔξω σοφοὺς μαρτυροῦντας, ὡς αἱ τρεῖς μακάριαι ὑποστάσεις ἐν μιᾷ θεότητι, καὶ οὐκ ἄλλοτε καὶ ἄλλοτε ἐξεφάνησαν· ἀλλ' ὅτε ἡ πρώτη, τότε σὺν αὐτῇ ἅμα καὶ ἐξ αὐτῆς καὶ ἡ ἄλλη καὶ ἡ ἑτέρα συναϊδίως, ὡς τὸ ἀπαύγασμα τῷ πυρί. Κείσθω δέ τι κατὰ φυσικὸν λόγον καὶ ἐκ τῶν ἡμετέρων μαρτυροῦν τῇ ἀνάρχῳ ἐκπορεύσει, καὶ τῇ πρὸς τὸν μονογενῆ Θεὸν Λόγον ὁμοουσιότητι τοῦ θεϊκοῦ ἑνὸς Πνεύματος. Ἔστιν δὲ τοῦτο· Λόγος οὐ γεννᾶται, ἢ ἐκφαίνεται, μὴ συνορμῶντος καὶ συμπροερχομένου ἅμα αὐτῷ Πνεύματος. Πολλοὶ δὲ τοιοῦτοι ἐξ Ἑλληνικῶν βίβλων λόγοι, καὶ οὐκ ἀπόβλητοι· ἀλλ' ἔτι τῶν ἀπογεγραμμένων ἐνταῦθα συμφυέστεροι καὶ ἰδιώτεροι ἐπὶ πλέον εἰσαῦθις, ἐὰν τῷ Θεῷ δοκῇ, εἰς μέσον προενεχθήσονται πρὸς ἡμῶν. Ἐγὼ γὰρ καὶ οἱ ἐμοὶ, ὡς ἴσασιν οἱ μνήμης μοι τῆς περὶ τὴν ἄναρχον καὶ ἀεὶ ὡσαύτως καὶ κατὰ ταυτὰ ἔχουσαν μακαρίαν Τριάδα, τῆς διδούσης ἀεὶ καλὰ, οὐκ ἀφαιρουμένης δὲ, οὐδ' ὀνειδιζούσης, ἐν ταῖς παρ' ἡμέραν ταύταις συνουσίαις κοινωνήσαν 39.764 τες, οὐκ ἔστιν ὅτε, ἢ ἐπαυσάμην, ἢ ἐν τῷ ὀνόματι δὲ αὐτῆς τῷ παναγίῳ πάντα λεγέσθω, καὶ πραττέσθω, καὶ σιγῇ βουλευέσθω ἐμαυτῷ καὶ τοῖς ἐμαυτοῦ παρέχων τὸ πᾶν χρῄζει γὰρ αὕτη, πάντων αἰτία οὖσα, οὐδενὸς, εἰ μὴ τῆς ἡμῶν ὠφελείας, προσκυνῶν τε καὶ δοξάζων, καὶ πρὸς δύναμιν τὴν οὖσάν μοι ἐγκωμιάζων αὐτήν· ἢ οὐ πολλὰ ἔφην ἀδικεῖσθαι πρὸς ἑαυτῶν τοὺς μὴ σπουδάζοντας σοφόν τι περὶ αὐτῆς, ἢ μαθεῖν, ἢ διδάξαι. Καὶ νῦν δὲ συνήθως πιστεύων, ὡς σταθερὰ καὶ βέβαια ἐκεῖνά ἐστιν μόνα, ὧν προηγεῖται αὔτη, ἀνατείνων σὺν τῷ σώματι τῆς διανοίας τὰ ὄμματα, λίσσομαι ὑπέρ τε ἐμαυτοῦ καὶ τῶν ἐξ ἐμοῦ, καὶ τῶν ἀπ' αὐτῶν ὄντων τε καὶ ἐσομένων, ἔτι μὴν καὶ ὑπὲρ πάντων, πειθόμενος τῷ παρακελευσαμένῳ Σωτῆρι Χριστῷ εὔχεσθαι ὑπὲρ ἀλλήλων, λέγων, ἃπερ ὁ ἐν οʹ ψαλμῷ προσευχόμενος· "Ἐπὶ σοὶ, Κύριε, ἤλπισα· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με· κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν, τοῦ σῶσαί με· ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος· ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ, Κύριε, βοηθός μου κραταιός. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ἀνυμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρους· ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με." Οὕτω γὰρ ἂν, σοῦ ἕνεκα, τῆς οὐκ ἐχούσης τὸ ἀντιτασσόμενόν σοι, ἐν τῷ βουλεύεσθαι ἐλεεῖν καὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, ἀγαθωτάτη καὶ παναλκεστάτη Τριὰς, ἀφ' ἧς καὶ παρ' ἧς πᾶν ἀγαθὸν, καὶ εἰς ἣν πάντων πᾶσα πάντοτε ἐλπὶς, καὶ μεθ' ἣν παντελῶς οὐδὲν, ῥυσθείημεν τῶν τε 39.765 ἡμαρτημένων ἡμῖν ψυχικῶν καὶ σωματικῶν ἐν γνώσει καὶ ἀγνοίᾳ, ἐν λόγῳ καὶ ἔργῳ, ὧδε καὶ "ὅτε νικᾷς ἐν τῷ κρίνειν" τὰ κρυπτὰ τῶν ἀνθρώπων, τῶν τε ἐν κόσμῳ ἐπαχθῶν, καὶ τοῦ τοῖς ἀγαθοῖς ἀεὶ φθονοῦντος καὶ ἐναντίου ἱσταμένου δαίμονος, καὶ παντὸς πνεύματος πονηροῦ καὶ ἀκαθάρτου, καὶ τοῦ μισοκάλου Ἀντιχρίστου, οὗτινος, ὡς τεκμηριοῖ τὰ πράγματα, ὁ ἀγωνίας δεινῆς γέμων χρόνος ἤγγικεν ἤδη· ὥστε μηδένα, μὴ τῶν νῦν, μὴ τῶν τότε εὑρισκομένων ἀπολέσθαι. Οὕτως ἂν πᾶν κακὸν ἐκποδὼν γένηται, διοικηθείη τε καλῶς καὶ ἡσύχως, κατὰ τὸ σὸν ἄφθονον καὶ φιλόψυχον θέλημα, τά τε κοινὰ, τά τε ἰδιωτικὰ πράγματα· καὶ αἱρετὴ λοιπὸν καὶ