1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

38

τιμωρίας μόνον ἐθρήνει ὁ προφήτης, ἀλλὰ διὰ τὸ ἀδιόρθωτον. Καὶ καλῶς ἀπορίαν εἶπεν. Ὅταν γὰρ ὁ κάμνων οὐ προσίεται τὰ φάρμακα, τί πλέον ἔσται λοιπόν; Οὐκ ἐπαύσατο ἰατρεύων ὁ ἰατρὸς, ἀλλ' οὐδὲν ἐγένετο πλέον. *Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Καὶ Γαλαὰδ πόλις ἦν τῶν ἱερέων, καὶ ἔστι. Τοῦτο σαφῶς ἔστιν ἰδεῖν ἐκ τῶν Παραλειπομένων· φησὶ γὰρ οὕτως· Τοῖς υἱοῖς Μεραρὴ τοῖς καταλελειμμένοις ἀπὸ φυλῆς Ζαβουλῶν ἀφώρισαν τὴν Ῥεμὸν καὶ τὰ περιπόλεα αὐτῆς. Εἶτά φησι· Καὶ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Ἱεριχώ. Καὶ φήσας ἀπὸ τῆς φυλῆς Ῥουβὴ φανερὰς πόλεις, ἐπάγει· Καὶ ἀπὸ φυλῆς Γὰδ τὴν Ῥαμὼθ Γαλαάδ. Τοῦτο τοίνυν βούλεται εἰπεῖν, Μὴ οὐκ ἦσαν ἀρχιερεῖς οἱ παιδεύειν δυνάμενοι; ἢ λόγους ἐπωφελεῖς προσάγειν τῷ λαῷ δυνάμενοι; Ῥητίνη γὰρ οἱονεὶ τὸ φάρμακον τὸ ἐπὶ θεραπείᾳ διδόμενον λέγει. Ἰατρὸν δὲ τὸν ἱερέα αὐτὸν, καὶ διὰ τῆς νουθεσίας, καὶ τῆς πρὸς Θεὸν πρεσβείας ἰᾶσθαι τὰ ἁμαρτήματα δυνάμενον, ἵνα εἴπῃ, ὅτι Τῶν μὲν παρὰ σοῦ ὀφειλόντων γενέσθαι ἔλειψεν οὐδέν· οἱ δὲ οὐδὲ ὑπὸ τῆς παραινέσεως ἀμείνους ἐγένοντο.

ΚΕΦΑΛ. Θʹ.

Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ; Οὐκ ἔχω, φησὶν, ἐν τῇ φύσει δακρύων πλῆθος ἀρκοῦν τῷ μεγέθει τῆς συμφορᾶς. Ἐπειδὴ γὰρ ἔθος ἦν τοῖς προαιρουμένοις πενθεῖν, καὶ κατακοιμίζειν τὸ πλέον τῆς ἀθυμίας ἄλλ. συμφορᾶς διὰ τῶν θρήνων, ἐβουλόμην καὶ αὐτὸς, φησὶ, πλέον τι τῆς φύσεως ἀναλαβεῖν, ὥστε ἀποκεῖσθαί μοι τὸ ὕδωρ, καὶ φέρεσθαι ἀνεμποδίστως· οὐδὲν γὰρ λοιπὸν ὄφελος ἦν τοῦ κλαίειν, φησίν. Τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου. Τί λέγεις; τούτους κλαίειν δέον τοὺς τῇ κακίᾳ ἐνεχομένους; Ναὶ, φησὶν, τούτους ὀδύρομαι. Τίνος ἕνεκεν; ὅτι ἐπὶ τοιαύτῃ προφάσει. Οὐχ ὅτι τιμωροῦνται, ἀλλ' ὅτι πᾶσα λοιπὸν ἀνῄρηται διόρθωσις. Ἢ ὑπὸ τῶν πολεμίων, ἢ καὶ τῆς ἁμαρτίας. Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; Ὁ προφήτης, Εἴθε, φησὶν, εἶεν ἐν τῇ ἐρήμῳ οἰκῆσαι. Ὅτι πάντες μοιχῶνται. Σύνοδος ἀθετούντων. Τουτέστι, συμφωνίαν ἔσχον περὶ τὸ κακὸν, ὥστε μηδὲ δύνασθαι ἱκετεῦσαι τὸν Θεὸν ὑπὲρ τῶν ἡμαρτηκότων. Τούτους καταλιμπάνεις καὶ ἀπέρχῃ; Ναὶ, φησίν. Εἰ μὲν ἦν τις ὁ προσέχων τοῖς λεγομένοις, εἰ καὶ ἦν εἷς, οὐκ ἂν ἀπεπήδησα· νῦν δὲ σύνοδος ἀθετούντων. Καὶ καταλείψω τὸν λαόν μου. 64.853 Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ' αἷμά τε καὶ γένος οἰκείους. Πάντες μοιχῶνται. Μοιχείαν ἐνταῦθα, ποίαν φησίν; ἢ δηλονότι τὴν ἀπὸ τοῦ Θεοῦ; Μοιχεία γὰρ αὕτη χαλεπὴ καὶ παράνομος, καὶ χαλεπωτέρα ἐκείνης, ὅσῳ καὶ ὁ ὑβριζόμενος μείζων, καὶ αἱ συνθῆκαι ἐπιπλείοσι καὶ πίστεις γεγένηνται. Σύνοδος ἀθετούντων Ἀεὶ συμφωνούντων εἰς τὸ κακὸν, ὡς καὶ κατὰ Χριστοῦ Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον. Τὸ πολεμικὸν αὐτῶν φησι καὶ τὸ ἀμετάθετον. *Ψεῦδος, καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς. Τουτέστιν, ὑποκρίσεώς εἰσι πεπληρωμένοι. Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε. Ὁρᾷς συντετελεσμένην κακίαν, ὅταν μηδὲ τοῖς πλησίον θαῤῥῶσιν, ὅταν διῳκισμένοι τύχωσιν; Τοῦτο τέλος τῆς τοῦ διαβόλου πονηρίας, διαστῆσαι τὰ μέλη, ὅταν μήτε ἀδελφὸς, μήτε φίλος, μήτε ἄλλος τις πιστεύηται. Καὶ ἐπ' ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε. Τουτέστιν· Ἐπὶ μηδενὶ πεποίθατε, ὅπερ ὁ Χριστός φησιν· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Ἐνταῦθα οὐ φιλίας ἀναίρεσις, ἀλλὰ φιλίας ὑπόκρισις. Πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ, ἀλήθειαν οὐ μὴ λαλήσωσι. Ὅταν πανταχοῦ ᾖ κακία, ὅταν μηδὲ μικρὸν τὸ ὑγιαῖνον μέρος ἀληθείας ἄλλ. ἀλήθειαν ἔχῃ. Ἠδίκησαν, καὶ οὐ διέλιπον. Ὁρᾷς; οὐχὶ φυσικὰ τὰ