39
ἡμῖν κατορθουμένων; Καὶ ταῦτα οὐ παρ' ἡμῖν μόνον τοῖς καταγελῶσι τῆς ἔξωθεν σοφίας, καὶ μωρίαν αὐτὴν εἶναι νομίζουσιν, ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς ἔξωθεν φιλοσόφοις οὕτω συνωμολόγηται. Καὶ διὰ τοῦτο οἱ μὲν πολλοὶ οὐ σφόδρα ἐπεμελήθησαν τοῦ πράγματος· οἱ δὲ καὶ τέλεον κατεφρόνησαν καὶ διετέλεσαν ὄντες ἀμαθεῖς, καὶ τὸν ἅπαντα βίον ἐν τῷ τῆς φιλοσοφίας ἠθικωτέρῳ διατρίψαντες μέρει, σφόδρα ἔλαμψαν, καὶ γεγόνασι περιφανεῖς. Καὶ γὰρ Ἀνάχαρσις καὶ Κράτης καὶ ∆ιογένης οὐδεμίαν ἐποιήσαντο σπουδὴν τούτου· φασὶ δέ τινες, οὐδὲ Σωκράτης, καὶ μαρτυρήσειεν ἂν ἡμῖν ὁ μάλιστα πάντων ἐν τῇ τέχνῃ ταύτῃ διενεγκὼν, καὶ τὰ ἐκείνου τῶν ἄλλων εἰδὼς ἀκριβέστερον. Εἰσαγαγὼν γὰρ αὐτόν ποτε εἰς δικαστήριον ἀπολογησόμενον, ἐν τῇ πρὸς τοὺς δικαστὰς ἀπολογίᾳ ἐποίησεν οὕτω λέγοντα· Ὑμεῖς δὲ ἐμοῦ ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ 47.368 ∆ί', ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν, οὐδὲ κεκοσμημένους, ἀλλ' ἀκούσεσθε ἁπλῶς καὶ εἰκῆ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω, καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως. Οὐδὲ γὰρ ἂν δήπου πρέποι τῇ ἡλικίᾳ τῇδε, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς εἰσιέναι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι οὐ διὰ ῥᾳθυμίαν τινὰ, ἀλλὰ διὰ τὸ μὴ μέγα τὸ πρᾶγμα ἡγεῖσθαι, οὔτε ἔμαθεν, οὔτε ἐχρήσατο. Οὐκ οὖν φιλοσόφων μὲν ἡ εὐγλωττία, καὶ ἀνδρῶν δὲ ἁπλῶς, μειρακίων δὲ παιζόντων ἡ φιλοτιμία, ὡς καὶ αὐτοῖς τοῖς φιλοσόφοις δοκεῖ, οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ τῷ πάντων μάλιστα ἐν τούτῳ κεκρατηκότι· τὸν γὰρ διδάσκαλον οὐκ ἀφίησι κοσμεῖσθαι τῷ πράγματι, αἰσχρὸν τῷ φιλοσόφῳ τὸν κόσμον τοῦτον εἶναι νομίζων. Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄπιστον δικαίως ἄν τις εἴποι, μᾶλλον δὲ καὶ πρὸς πιστόν. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν τὴν παρὰ τῶν πολλῶν δόξαν θηρώμενοι, καὶ οὐδὲ ἄλλοθεν φανῆναι δυνάμενοι, ἀλλ' ἢ ἀπὸ τῆς ἔξωθεν σοφίας, μηδὲν αὐτὴν εἶναι νομίζωσιν, ἡμεῖς δὲ οὕτω θαυμάζωμεν καὶ ἐκπληττώμεθα, ὡς καὶ τῶν ἀναγκαιοτάτων διὰ ταύτην καταφρονεῖν; ιβʹ. Πρὸς μὲν οὖν τὸν ἄπιστον ταῦτα ἀρκεῖ, πρὸς δὲ τὸν πιστὸν καὶ ταῦτα καὶ τὰ παρ' ἡμῖν ὑποδείγματα ἀναγκαῖον παράγειν. Ποῖα δὴ ταῦτα; Τοὺς μεγάλους ἄνδρας καὶ ἁγίους ἐκείνους, τοὺς πρώτους, ὅτε γράμματα οὐκ ἦν, τοὺς μετ' ἐκείνους, ὅτε γράμματα μὲν ἦν, ἐμπειρία δὲ λόγων οὐδέπω τοὺς μετὰ τούτους, ὅτε καὶ γράμματα ἦν καὶ ἐμπειρία λόγων. Ἀμφοτέρων δὲ ἦσαν τότε ἄπειροι ἐκεῖνοι· οὐ μόνον γὰρ τῆς τῶν λόγων παιδεύσεως, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν γραμμάτων ἐμπειρίας ἐκτὸς ἦσαν· ἀλλ' ὅμως ἐν αὐτοῖς τούτοις, οἷς μάλιστα ἡ τῶν λόγων ἰσχὺς ἀναγκαία εἶναι δοκεῖ, μετὰ τοσαύτης περιουσίας τοὺς ἐν αὐτῇ κρατοῦντας παρήλασαν, ὡς παίδων ἀνοήτων αὐτοὺς φανῆναι χείρους. Ὅταν γὰρ τὸ πείθειν ἐν τοῖς λόγοις ᾖ. καὶ οἱ μὲν φιλόσοφοι μηδὲ ἑνὸς περιγίνονται τυράννου, οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται τὴν οἰκουμένην ἐπιστρέφωσιν ἅπασαν, εὔδηλον ὅτι παρὰ τούτοις τὰ νικητήρια τῆς σοφίας ἐστὶ, τοῖς ἀγραμμάτοις καὶ ἰδιώταις, οὐ παρ' ἐκείνοις τοῖς τὰ ἑκάτερα διηκριβωκόσιν. Οὕτως ἡ ὄντως σοφία καὶ ἡ ὄντως παίδευσις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ὁ τοῦ Θεοῦ φόβος. Καὶ μή μέ τις νομιζέτω νομοθετεῖν ἀμαθεῖς τοὺς παῖδας γίνεσθαι· ἀλλ' εἴ τις ὑπὲρ τῶν ἀναγκαίων παρέχοι θαῤῥεῖν, οὐκ ἂν ἑλοίμην κωλῦσαι καὶ τοῦτο ἐκ περιουσίας γενέσθαι. Ὥσπερ γὰρ, τῶν θεμελίων σαλευομένων, καὶ πάσης τῆς οἰκίας καὶ τῆς οἰκοδομῆς κινδυνευούσης καταπεσεῖν, ἐσχάτης ἀνοίας καὶ παραπληξίας ἐστὶ πρὸς τοὺς κονιῶντας, ἀλλὰ μὴ πρὸς τοὺς οἰκοδομοῦντας τρέχειν· οὕτω πάλιν ἀκαίρου φιλονεικίας, τῶν τοίχων ἑστώτων ἀσφαλῶς καὶ βεβαίως, κωλύειν τὸν βουλόμενον κονιᾷν. Καὶ ὅτι ταῦτα ἀπὸ ψυχῆς λέγω, ὅπερ ἐπὶ τῶν ἔργων ἐπεδειξάμην, ταῦτα ὑμῖν διηγήσομαι καὶ νῦν. Νέος τις κομιδῇ πλούσιος ὢν ἐπεδήμησέ ποτε τῇ πόλει τῇ ἡμετέρᾳ κατὰ λόγων παίδευσιν ἑκατέραν, τήν τε Ἰταλῶν τήν τε Ἑλλήνων. Οὗτος ὁ νέος εἶχεν ἀκολουθοῦντα παιδαγωγὸν, ἓν ἔργον ἔχοντα μόνον 47.369 διαπλάττειν αὐτοῦ τὴν ψυχήν. Τούτῳ