1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

39

κακά. Ὅρα πῶς διαφόρως, ποτὲ μὲν τὰ εἰς τὸν πλησίον ἐγκαλεῖ· Ἠδίκησαν, καὶ οὐχὶ διέλιπον τοῦ ἐπιστρέψαι. Ποτὲ δὲ πανταχοῦ τοῦτο ἐγκαλεῖ, ὅτι ἀμετάβλητα αὐτῶν τὰ κακά. Μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ. Οὐδὲν γὰρ οὕτως κακίας εἶδος μισητὸν ὡς τοῦτο, ὅταν ἑτέρα μὲν ἡ ὄψις, ἑτέρα δὲ ἡ γλῶσσα ᾖ. ∆ιὰ τοῦτο ... Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς. Ἡ δοκιμὴ οὐκ ἀπειρίας ἐστίν· οἶδε γὰρ αὐτοὺς πονηροὺς ὄντας· ἀλλὰ ∆οκιμῶ, Ποιῆσαι δοκίμους βούλομαι. Μὴ τοίνυν φεύγωμεν κόλασιν, ἀλλὰ φεύγωμεν ἁμαρτίαν· ἡ μὲν γὰρ ἀδοκίμους, ἡ δὲ δοκίμους ποιεῖ. Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν. Ὁ Ἑβραῖος, ἀναιροῦσα, ἔχει. Πῶς δύναται γλῶσσα τρῶσαί ποτε; Βέλους παντὸς χαλεπώτερον τιτρώσκει ἡ γλῶσσα· οὐ σώματι δίδωσι πληγὴν ἀλλ' αὐτῆς καθικνεῖται τῆς ψυχῆς. ∆όλια τὰ ῥήματα. Τοῦτο πάντες ἐγκαλοῦσι, τὸν δόλον, τὴν ὑπόκρισιν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; 64.856 Κατ' ἐρώτησιν προάγει τὸν λόγον, μονονουχὶ δικαστὰς καθίζων αὐτοὺς τῶν γεγονότων. Ταῦτα περιιδεῖν, φησὶ, δίκαιον; τοιούτοις φανεροῖς πράγμασι δεῖ μὴ ἀμύνασθαι; καὶ τίς ἂν εἴποι τοῦτο; Ἐπὶ τὰ ὄρη λάβετε κοπετόν. Ὅτι ἐξέλιπον. Οὐκέτι ἐπὶ τοὺς ἄνδρας, ἀλλ' ἐπὶ τὰ ὄρη, ἃ τῆς εὐσεβείας ἴσ. ἀσεβείας ὑπόθεσις ἦν, καὶ ἐπὶ τὰς τρίβους θρηνεῖτε, φησίν. Ὅρα πῶς πανταχόθεν ἐλεεινὸν τὸν λόγον ποιεῖ, ὅταν μὴ μόνον ἄνθρωποι ἀπολοῦνται, ἀλλὰ καὶ γῆ δι' αὐτοὺς, καὶ ἔρημος, καὶ οἰκουμένη, καὶ οἱ λοιποὶ πάντες. Ὡς ἐκεῖ ἁλωσομένων τῶν φευγόντων, διὰ τὸ κατὰ τὸν φόβον τῶν πολεμίων ἐξελθεῖν τὴν πόλιν. Καὶ εἶπε Κύριος· ∆ιὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν. Οὐχ ἁπλῶς φησι, τοῦ προσώπου αὐτῶν, ἀλλ' αὐτῶν παρόντων, μαρτυρούντων, ἐπαινούντων τὰ λεγόμενα. Ἐπαναμιμνήσκει αὐτοὺς τῶν ἐν τῷ Σινᾷ ἄλλ. Σιναίῳ ὄρει θαυμάτων. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος. Τάδε λέγει Κύριος. Οὐκ εἶπεν· Τάδε ποιεῖ· τάδε λέγει. Τέως ῥήματά ἐστι, καὶ ἐὰν ὑμεῖς βούλησθε, διὰ παντὸς ἔσται ῥήματα. Εἰ γὰρ δι' αἰτίαν τινὰ λέγει, ἄνελε τὴν αἰτίαν. Εἰ μὲν γὰρ πάθος ἦν ὁ θυμὸς, εἰκότως ἐφοβοῦ· εἰ δὲ διὰ τοῦτο λέγει, ἄνελε τοῦτο, καὶ οὐκέτι ἐρεῖ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ οὐκ ἔστιν ἀλλότριος, οὐκ ἔστιν ὠμὸς, οὐκ ἔστιν ἀπάνθρωπος. Ἀναμνήσθητι τοῦ χρόνου, πόθεν ἐκλήθη Ἰσραήλ. Ἰδοὺ ψωμίζω αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς. Κατάπικρον αὐτῶν τὸν βίον ἐργάσομαι· τὰ γὰρ σιτία τῆς ψυχῆς ἀθυμούσης μεταβάλλει τὴν φύσιν. Καθάπερ ὀφθαλμοὶ τὸ φῶς σκότος ὁρῶσιν, οὕτω καὶ ἡ γλῶσσα τῶν ἡδίστων ὡς πικροτάτων ἀπογεύεται, ὅταν τὸ κεφάλαιον ᾖ διεφθαρμένον. Οὐ τοῦτο οὖν φησιν, ὅτι τὴν φύσιν τοῦ ὕδατος μεταβάλλει, ἀλλὰ, Τοσαύτην, φησὶ, κατασκεδάσω τὴν ἀθυμίαν, ὡς καὶ τὰ στοιχεῖα μένοντα ἐπὶ τῆς οἰκείας φύσεως, ἕτερα αὐτοῖς εἶναι δόξειν. Καθάπερ γὰρ τοῖς νοσοῦσι, καὶ τὰ γλυκέα πικρὰ φαίνονται, οὕτω καὶ τοῖς ἀθυμοῦσι, καὶ τούτοις πολλῷ μᾶλλον, ἢ ἐκείνοις. Καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν εἰς οὓς, κ. τ. λ. Οὐ τὸ παντελῶς ἀφανισθῆναι λέγων, ἀλλὰ τοὺς μὲν ἐν τούτοις, τοὺς δὲ ἐν ἐκείνοις· ἔδει γὰρ τοὺς αἰχμαλωτισθέντας, μὴ τῇ αἰχμαλωσίᾳ μόνον, ἀλλὰ καὶ τῇ τῶν ἀναιρουμένων ἀπωλείᾳ γενέσθαι σωφρονεστέρους. Τάδε λέγει Κύριος· Καλέσατε τὰς θρηνούσας. Τί λέγεις; Θρηνητρίας κελεύει πανταχόθεν γυναῖκας καλεῖν, καὶ σοφὰς αὐτὰς λέγει; Τί δήποτε; Κατὰ τὴν ἔξωθεν αὐτῶν ὑπόνοιαν σοφὰς τὴν οἰκείαν ἐπιστήμην. Τὸν γὰρ εἰδότα τι, σοφὸν εἴωθε καλεῖν· ὡς ὅταν λέγῃ· Φαρμακοῦται φαρμακευομένη παρὰ 64.857 σοφοῦ. Καί· Ποῦ εἰσιν οἱ σοφοὶ Τάνεως; τίνος οὖν ἕνεκεν παρακελεύεται τοῦτο ποιεῖν; ὥστε αὐτοὺς εἰς πίστιν ἀγαγεῖν καὶ διόρθωσιν· οὐχ ἵνα τοῦτο γένηται· οὐδὲ γὰρ βούλεται θρηνεῖν ἁπλῶς. Ἐν ἐκκλησίαις γὰρ Κυρίου μὴ κλαίετε δάκρυσι, φησὶν, ἀλλ' ἀξιοπιστίας ἕνεκεν, καὶ τοῦ πληροφορηθῆναι ἑαυτοὺς ὑπὲρ τῶν ἐσομένων. *Καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς