1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

40

πλημυροῦντα· ἀλλ' ὁμοίως τῆς Ἐρυθρᾶς θαλάσσης κἀκεῖνος διασχὼν ἑαυτὸν καὶ ἀνακόψας τὸ ῥεῖθρον ἔδωκε τῷ περαιουμένῳ λαῷ γυμνὴν τὴν ξηρὰν εἰς ἐπίβασιν. 8.10.2 Οὐδεὶς δὲ πώποτε ἀνδρῶν κατὰ ὕδατος ἤρεισε πόδα. Οὐδὲ γὰρ ὁ νόμος τῆς φύσεως κατα δέχεται τὴν ὑγρὰν οὐσίαν καὶ μεταρρέουσαν ἀντέχειν τῷ στερεῷ καὶ πιέζοντι. ∆οκεῖ δέ μοι ὁ τῶν ὅλων Κύριος καὶ ∆εσπότης ὑπεραγασθεὶς τηνικαῦτα τὴν ὑπερζέουσαν τοῦ ἀνδρὸς προθυμίαν μεθ' ἧς ἀνέκραγε λέγων· Κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα, μισθὸν αὐτῷ τῆς πολλῆς ἀγάπης καὶ πίστεως ἐκείνην δοῦναι τὴν καινὴν καὶ παράδοξον χάριν, ἧς Πέτρος ἐφάνη δεκτικὸς μόνος ἀπὸ τῶν ἐξ Ἀδὰμ μέχρι τέλους ἀνθρώπων. 8.10.3 Καὶ γὰρ ἀληθὴς καὶ ἐξαίρετος τοῦ Θεοῦ ἡ τῆς τοιαύτης μεγαλουργίας ἐπίδειξις ὑπερέχουσα τὴν τῆς κτίσεως ταπει νότητα, καθὼς καὶ τῷ ∆αβὶδ δοκεῖ τῷ βελτίστῳ τῶν προφητῶν. Κἀκεῖνος γὰρ ἔν τινι τῶν ψαλμῶν ἀνυμνῶν τὸν Θεὸν καὶ τὴν ἄφατον αὐτοῦ καὶ ἀπερινόητον ἐξηγούμενος δύναμιν ταῦτ' εἶπεν, ἃ συνήθως μελῳδοῦντες γνωρίζετε· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 8.10.4 Ὃ τοίνυν εἶχεν ἴδιον ὁ δεσπότης ἐν τοῖς τῆς θεότητος ἐξαιρέτοις γνωρίσ μασι, τοῦτο κοινὸν ἐποιήσατο πρὸς τὸν δοῦλον, ἄξιον κρίνας τῆς τοσαύτης τιμῆς. 8.11.1 Ζηλωτὸς μὲν οὖν καὶ ὁ μέγας Ἰωάννης ἐπὶ τῶν τοῦ Κυρίου στέρνων ἀναπαυόμενος· μέγας καὶ Ἰάκωβος ὡς υἱὸς ὀνομασθεὶς βροντῆς· λαμπρὸς ἐν ταῖς τιμαῖς καὶ ὁ Φίλιππος, ὁ παρὰ τοῦ Πνεύματος ἁρπασθεὶς ἡνίκα τὸν Αἰθίοπα πρὸς τὴν ἐπίγνωσιν τοῦ Σωτῆρος ἐμυσταγώγησεν· ἀλλ' ὅμως οἱ πάντες ὑποχωρείτωσαν Πέτρῳ καὶ δευτερεύειν ὁμολογεί τωσαν, ὅταν ἡ τῶν χαρισμάτων σύγκρισις δοκιμάζῃ τὸν προτιμότερον. 8.11.2 Ἀναθεωρῶν δὲ πάντα τὰ καθ' ἕκαστον καὶ σκοπούμενος εὑρίσκω τὸν ἄνδρα τοῦτον ἐπί τε τῶν λογικῶν διαλέξεων καὶ τῶν πρακτικῶν ἐνεργη μάτων πανταχοῦ προπηδῶντα τῶν ἄλλων μαθητῶν καὶ προεξαλλόμενον καὶ κατόπιν ἀφιέντα τοὺς τὸ αὐτὸ τοῦ βίου στάδιον τρέχοντας. 8.12.1 Ἐρωτῶντος γάρ ποτε τοῦ Κυρίου τοὺς δώδεκα καὶ ἀπόπειραν ποιουμένου ὅπως ἔχουσι πληροφορίας καὶ γνώμης περὶ τῆς εἰς αὐτὸν ὑπολήψεως, καὶ κελεύοντος σαφῶς εἰπεῖν τίνα λέγουσι αὐτὸν εἶναι, τῶν ἄλλων ἁπάντων σιωπῇ βουλευομένων καὶ βραδυνόντων καὶ δεικνύντων ὡς διά τινος ἐπισκέψεως ὠδίνουσι τὴν ἀποκρίσιν, ἀνοίξας τὸ στόμα ταχέως ὁ τὸν ζώπυρον ἐπὶ τῆς ψυχῆς φέρων τῆς πίστεως ἄνθρακα, ᾧ καὶ Ἡσαΐας πρότερον ἐκαθάρθη τὰ χείλη, τὴν μακαρίαν ἐκείνην καὶ σοφὴν ἀληθῶς ῥῆσιν καθωμολόγησε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 8.12.2 Τίνα ἄν τις πρὸς ἀξίαν τῶν λόγων τούτων θαυμάσειεν, ἀξιόπιστος γενόμενος ἑρμηνεὺς τοῦ μεγίστου τῶν ἀποστόλων; Ὁρᾶτε γὰρ πρῶτον ὅπως ἀπέριττος ὁ λόγος καὶ σύντομος, ἐν ἐκφωνήσει βραχείᾳ μυρίων πραγμάτων καὶ μεγάλων δύναμιν ἐκτιθέμενος. Πᾶς γὰρ λόγος οὗτος ἄριστος, οὗπερ ἀνήκει καὶ μὴ περιρρέῃ ἡ φράσις ἐπ' ὀλίγῳ καὶ πενιχρῷ τῷ νοήματι· 8.12.3 τοὐναντίον δὲ πλῆθος πραγμάτων ἐν βραχυλογίᾳ σημαίνει κατὰ τὴν ὁμοίωσιν τοῦ κόκκου τοῦ νάπυος, ὃς μικρότατος μὲν ἔστιν ἐν τῷ κρατεῖσθαι καὶ βλέπεσθαι, εἰ δὲ προσαγάγοις αὐτὸν τῇ αἰσθήσει τοῦ στόματος, ὅλον τὸ ζῷον ἐκ ποδῶν εἰς κεφαλὴν πρὸς τὴν οἰκείαν μεθέλκει θερμότητα. Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 8.12.4 Ἅπας λόγος ὁ συντελῶν πρὸς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν πρὸς δύο ταῦτα θεωρεῖται καὶ στρέφεται· ἓν μὲν τὸ τῆς ἀρχεγόνου θεότητος, ἥτις ἐστὶν ὁ ἐν ἀρχῇ Λόγος, ὁ ὢν ἀεὶ καὶ πρὸς τὸν Πατέρα ὢν καὶ Θεὸς ὤν, καθὼς ἡμᾶς ὁ μέγας Ἰωάννης ὁ θεολόγος ἐμυσταγώγησεν, οἷον σπογγία τις τῷ στήθει τοῦ Μονογενοῦς παρακείμενος κἀκεῖθεν ἑλκύσας τῆς κεκρυμμένης ἀληθείας τὴν γνῶσιν· ἕτερον δὲ τὸ τῆς οἰκονομίας, ἣν ἀγαθὸς ὁ Θεὸς πρὸς συγκατάβασιν τῆς ἀσθενείας ἡμῶν κατεδέξατο. 8.12.5 Ἄξιον τοίνυν θεωρῆσαι τὴν ἀπόκρισιν, ὅπως ἐν βραχυλογίᾳ καὶ ὀλιγορημοσύνῃ πάντως ἀκριβῶς τὴν διάνοιαν ἐν ὀλίγῳ