40
ʹ. Τὰ ἡμέτερα τοίνυν εἰσφέρωμεν, καὶ αὐτῷ τούτῳ ἀρκοῦντα τὸν ἔπαινον ἕξομεν. Τίνα δέ ἐστι τὰ ἡμέτερα; Οἷόν τι λέγω· μισεῖ ὁ δεῖνα καὶ ἐκπολεμεῖ; Σὺ φίλει καὶ εὐεργέτει. Ὑβρίζει καὶ λοιδορεῖται; Σὺ εὐλόγει καὶ ἐπαίνει. Ἀλλ' οὐ λύει τὴν ἔχθραν οὐδὲ οὕτως; Οὐκοῦν πλείονά σοι δίδωσι τὸν μισθόν. Οἱ γὰρ κακοὶ, ὅσῳ ἂν θεραπευόμενοι μὴ καταλύωσι τὸν πόλεμον, λαμπροτέρας ἡμῖν προξενοῦσι τὰς ἀμοιβὰς, καὶ ἑαυτοὺς ἀσθενεστέρους ποιοῦσιν. Ὁ μὲν γὰρ μισῶν, καὶ μὴ διαλύων τὴν ἔχθραν, τήκεται, διαφθείρεται, διηνεκεῖ συζῇ πολέμῳ· ὁ δὲ τούτων ἀνώτερος τῶν βελῶν, ἔξω τῶν τρικυμιῶν ἕστηκε, καὶ ἑαυτὸν πρὸ ἐκείνου τὰ μέγιστα ὠφελεῖ, ἐν τῷ σπουδάζειν ἐκείνῳ καταλλάττεσθαι, καὶ μὴ πολεμεῖν, ἑαυτὸν ἀπαλλάττων πολέμου καὶ μάχης. Φεύγωμεν τοίνυν πολεμεῖν ἑτέροις, καὶ τὴν ῥίζαν τούτων ἀνέλωμεν, κενοδοξίαν, φιλαργυρίαν. Ἢ γὰρ διὰ χρήματά τις ἐχθρός ἐστιν, ἢ διὰ δόξαν κενήν. Ἐὰν δὲ 55.89 τούτων ὦμεν ἀνώτεροι, καὶ τοῦ ἁλίσκεσθαι ἔχθρᾳ ἐσόμεθα ἀνώτεροι. Κἂν ὑβρίσῃ τοίνυν, φέρε γενναίως· ἑαυτὸν γὰρ, οὐ σὲ ὕβρισε. Κἂν πλήξῃ, μὴ ἀντιτείνῃς τὴν δεξιάν· αὐτὸς γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν. Εἰ δὲ δοκεῖ σοι ταῦτα δύσκολα εἶναι, ἐννόησον, ὅτι εἰ μαινόμενός σού τις τὸ ἱμάτιον περιέῤῥηξε, τίνα ἂν ἔφης πάσχειν κακῶς, σὲ τὸν παθόντα, ἢ ἐκεῖνον τὸν ποιήσαντα; Εὔδηλον ὅτι ἐκεῖνον. Εἶτα, ἔνθα μὲν τὸ ἱμάτιον διαῤῥήγνυται, ὁ ποιήσας τοῦ παθόντος χαλεπώτερα πέπονθεν· ἔνθα δὲ ἡ καρδία διαῤῥήγνυται, ὁ γὰρ θυμὸς τοῦτο ποιεῖ, οὐκ ἐκεῖνον ἡγήσῃ μείζονα πεπονθέναι δεινὰ σοῦ, τοῦ μηδ' ὁτιοῦν ὑπομείναντος; Μὴ γὰρ δὴ τοῦτο εἴπῃς, ὅτι τὸ ἱμάτιον τὸ σὸν, ἀλλ' ὅτι πρότερον τὴν ἑαυτοῦ καρδίαν διέῤῥηξεν. Ὥσπερ γὰρ ἴκτερος οὐκ ἂν γένοιτο, μὴ τῆς χολῆς διαῤῥαγείσης, καὶ τοὺς οἰκείους ὅρους ὑπερβάσης· οὕτως οὐκ ἂν θυμὸς ἄμετρος γένοιτο, μὴ τῆς καρδίας διαῤῥαγείσης. Ὥσπερ οὖν, ἂν ἴδῃς τινὰ ἰκτέρῳ κατεχόμενον, κἂν μυρία ἐργάσηται δεινὰ, οὐκ ἂν ἕλοιο πρὸς σεαυτὸν ἐπισπάσασθαι τὸ νόσημα· οὕτω καὶ ἐπὶ τοῦ θυμοῦ. Μὴ ζηλοῦ, μηδὲ μιμοῦ τὴν κακίαν, ἀλλ' ἐλέει κἀκεῖνον τὸν οὐ χαλινοῦντα τὸ ἐν αὐτῷ θηρίον, ἀλλὰ πρότερον ἑαυτὸν λυμαινόμενον καὶ διαφθείροντα. Ὅτι γὰρ ἑαυτοὺς οἱ τοιοῦτοι λυμαίνονται, ἀκούειν ἔστι πολλῶν τῶν τὰς τοιαύτας διαλυόντων μάχας, τοῦτο παραινούντων αὐτοῖς· Σαυτοῦ φεῖσαι· σαυτὸν ἀδικεῖς. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τίκτοντα αὐτὴν λυμαίνεται μόνον, πάντα ἄνω καὶ κάτω ποιοῦσα. Μὴ τοίνυν βουλόμενοι ἀμύνεσθαι ἑτέρους, αὐτοὶ τοῦ λιμένος ἐκπέσωμεν. Οὐδὲ γὰρ εἴ τις μέλλων ναυαγεῖν, καὶ ὑποβρύχιος γίνεσθαι, ὕβρισέ σε ἐπὶ τῆς γῆς καθήμενον, ἤλγησας ἂν, οὐδὲ ἐξελθὼν τῆς γῆς ἐκοινώνησας αὐτῷ τοῦ ναυαγίου. Τοῦτο τοίνυν ἀναλογίζου, ὅτι ὁ μὲν ὑβρίζων σε καὶ παροινῶν, ὥσπερ ἰλίγγῳ τινὶ, ἢ καταιγίδι καταποντιζόμενος, ὑποβρύχιος γίνεται, τῷ τοῦ θυμοῦ ναυαγίῳ περιπεσών· σὺ δὲ ὁ φέρων γενναίως, ἐν λιμένι καὶ παρ' αἰγιαλὸν τρυφᾷς. Ἐὰν δὲ πρὸς τὸν αὐτὸν ἐξενεχθῇς αὐτῷ ζῆλον, οὐκ ἐκεῖνον, ἀλλὰ σαυτὸν κατεπόντισας. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Τοῦτο οὕτως εἶπε, δεικνὺς ὅτι ἔστι καὶ οὐκ ἐν ὀργῇ ἀναστῆναι· ὡς ὅταν λέγῃ· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ἀκούων δὲ τὸ, Ἀνάστα, μηδὲν σωματικὸν ὑποπτεύσῃς. Ὥσπερ γὰρ τὸ καθῆσθαι ἐπὶ Θεοῦ οὐ σωματικῶς εἴρηται, οὕτως οὐδὲ τοῦτο. Σὺ γὰρ, φησὶ, καθήμενος εἰς τὸν αἰῶνα. Τί οὖν ἐστιν, ὃ διὰ τῆς καθέδρας αἰνίττεται; Τὸ ἑδραῖον, τὸ πεπηγὸς, τὸ βέβαιον τῆς φύσεως, τὸ μόνιμον, ὅπερ οὖν καὶ διὰ τῆς ἀντιδιαστολῆς ἐδήλωσεν. Εἰπὼν γὰρ, Σὺ καθήμενος εἰς τὸν αἰῶνα, ἐπήγαγεν, Ὑμεῖς δὲ ἀπολλύμενοι εἰς τὸν αἰῶνα. Ὥσπερ οὖν τὸ καθῆσθαι οὐ σωματικὸν, οὕτως οὐδὲ τὸ ἀναστῆναι· ἀλλ' ἐκεῖ μὲν τὸ ἑδραῖον, ἐνταῦθα δὲ τὸ τιμωρητικὸν, τὸ ἀναλωτικόν. Ἔστι δὲ ὅπου δηλοῖ τὸ καθῆσθαι καὶ τὸ δι 55.90 καστικόν· ὡς ὅταν λέγῃ·