1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

40

θρῆνον. Ἀνωτέρω φήσας· Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν· ἐπήγαγε ταῦτα, οὕτω λέγων, ὅτι Μάτην, φησὶν, ἑτέρας καλεῖτε εἰς τὸ τὸν θρῆνον λέγειν, ἄμεινον ὑμᾶς αὐτοὺς ταῦτα μαθεῖν, ὡς οὐκ ἀρκούντων ἐκείνων ἐπὶ τῷ πλήθει τῶν ἀναιρουμένων. Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν. Οὐκ ἐκ τῶν παρατάξεων, οὐδὲ ἐκ τῆς μάχης καὶ τοῦ πολέμου. Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου. Οἱ νεκροὶ ἔσονται ἄταφοι· καὶ πάλιν καὶ τοῦτο μέγιστον ἐδόκει εἶναι μῦσος· οὐ γὰρ ὄντως τοῦ θάπτοντος τοῦτο συνέβαινεν. Μὴ καυχάσθω ὁ σοφός. Ὅρα ποῦ τρέπει τὸν λόγον. Ἐπειδὴ εἰκὸς ἐξ ὑμῶν εἶναί τινας, φησὶν, ἰσχυροὺς, πλουσίους, σοφοὺς, οὐδὲν ὑμᾶς ὠφελήσει τοῦτο, φησίν. Ὅρα φιλοσοφίας διδάγματα μεγάλα καὶ θαυμαστὰ, ὅτι Οὐκ ἔστιν ἄξιον καυχήματος. Ἀπόντος γὰρ τοῦ φόβου τοῦ Θεοῦ, τὸ μὲν πενία, τὸ δὲ τιμωρία, τὸ δὲ ἀσθένεια δείκνυται. Ἐὰν γάρ τις, φησὶ, τέλειος ἐν υἱοῖς ἀνθρώπων, ἡ δὲ παρὰ σοῦ σοφία ἀπῇ ἄλλ. τῆς δὲ π. σ. σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται. Συνιεῖν καὶ γινώσκειν. Τί ἐστι τὸ εἰδέναι τὸν Θεὸν, ἢ βίου ἐπιμελεῖσθαι θαυμαστοῦ; *Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίαν αὐτῶν ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ υἱοὺς Ἀμμών. Μέχρι μὲν οὖν τούτων πρὸς τοὺς ἐπὶ τῇ προφάσει τοῦ ναοῦ μὴ προσδοκῶντας αἰχμαλωσίαν ἔφη. Ἐπειδὴ δὲ τὴν περιτομὴν προεβάλλοντο σημεῖον τῆς πρὸς Θεὸν οἰκειώσεως, λέγει ὁ Θεὸς, ὅτι Καὶ ἐπὶ τὰ λοιπὰ ἔθνη τὰ περιτετμημένα ἐπάξω τὴν τιμωρίαν. Οὐ γὰρ ἡ περιτομὴ τὴν πρὸς ἐμὲ οἰκείωσιν σημαίνει, ἀλλὰ τὸν τρόπον ζητῶ· εἶτα κἀκείνων χείρους ἀποφαίνων Ἰουδαίους, ἐπάγει· Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν. Ὅτι κἂν περιτομὴν ἔχωσιν, ἀπερίτμητοί εἰσι τῇ σαρκί· οὐ γὰρ δὴ κατὰ νόμον τοῦτο ποιοῦσιν· καὶ γὰρ λέγονται περιτέμνεσθαι καὶ Ἰδουμαῖοι, καὶ οἱ λοιποί. Ὅσῳ δὲ καρδία βελτίων, τοσούτῳ χεῖρον τὸ ἀπερίτμητον τοῦτο. Τινὲς δέ φασιν, ὅτι οἱ Αἰγύπτιοι περιετέμνοντο, καὶ τοῦτο Ἡρόδοτος ἱστορεῖ. Ἐμοὶ δοκεῖ τοὺς Σαῤῥακηνούς. Τί λέγεις; Ἀπερίτμητοί εἰσιν. Οὐκοῦν πολλῷ μᾶλλον ὑμεῖς τῇ καρ 64.860 δίᾳ. Ἀλλὰ περιτέμνονται; Ὥσπερ οὖν ἐκείνους οὐδὲν ὠφέλησε τὸ πρᾶγμα, οὕτως οὐδὲ ὑμᾶς· ὑμεῖς ἐκείνων χείρους ἐστέ. Τὸ δὲ, καὶ ἐπὶ πάντα περικειρόμενον τὸ κατὰ πρόσωπον αὐτοῦ, περὶ τῶν Σαρακηνῶν λέγει, οἳ τὴν κόμην κατὰ τὸ ὄπισθεν μέρος ἐῶντες, μόνον ἀποκείρονται τὸ μέρος τὸ ἐπὶ τὸ μέτωπον, κοσμοῦντες τὴν τρίχαν, οἵ εἰσιν οἱ νῦν λεγόμενοι γεντίλιοι. Φήσας δὲ ἀπεριτμήτους αὐτοὺς εἶναι τὴν καρδίαν ὑπὲρ πάντα τὰ ἔθνη, δεικνὺς, ὡς οὐ λοιδορία ψιλὴ τὸ λεχθὲν, ἐπάγει·

ΚΕΦΑΛ. Ιʹ.

*Τάδε λέγει Κύριος· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Τουτέστι, Μὴ περὶ τὴν τῶν ἀστέρων κίνησιν ἀσχολεῖσθε, ψῆφον αὐτοὺς ἐπινοοῦντες, καὶ γνῶσιν τῶν μελλόντων. Τὸ δὲ, Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ, οἱονεί· Μὴ ἀπὸ τῆς κινήσεως τῶν ἄστρων τόδε τι ὑπολάβητε ἔσεσθαι. Ὅτι τὰ νόμιμα τῶν ἐθνῶν μάταια. Μὴ γὰρ ἐπειδὴ τὰ ἔθνη σέβεσθε ἴσ. σέβεται, λέγω, Μὴ σέβεσθε; ἀλλ' ἐπειδὴ μάταιά. ἐστι. Νόμιμα ἐνταῦθα τὴν θρησκείαν φησίν. Ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα. Ἀλλὰ χρυσὸν ἔξωθεν περίκειται πάλιν ἡ γῇ, πάλιν ἀνθρωπίνη τέχνη. Ἐν σφύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά. Ἀλλ' ἕστηκεν· ἀλλὰ τοῦτο ἐλάττωμα· οὐ γὰρ οἴκοθεν ἔχει τὴν στάσιν, ὅθεν οὐδὲ μεταβῆναι δύναται. Τί βούλονται οἱ ἧλοι; Τίς ἑαυτῷ κατασκευάζει Θεόν; Ὅταν ἴδῃς ἑστὼς, ἐννόησον τοὺς κατέχοντας ἥλους, οὓς ἂν ἀφέλῃς, ἐπὶ πρόσωπον πεσεῖται· ὅταν ἴδῃς λαμπρὸν τῷ