1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

40

ἐκπέσωσι φρενῶν καὶ τὴν ψυχὴν αἰχμάλωτον τῇ πονηρᾷ τῆς μέθης παραδῶσι τυραννίδι, καθάπερ πλοῖον ἀνερμάτιστον καὶ κυβερνήτου καὶ ναυτῶν ἀπεστερημένον, ἁπλῶς καὶ εἰκῆ φέρεται, τῇ τῶν ὑδάτων ἀτάκτῳ ῥύμῃ πανταχοῦ περιαγόμενον· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι ὑπὸ τῆς μέθης ὑποβρύχιοι γενόμενοι. ∆ιό φησιν· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Οὐ γὰρ τὴν χρείαν ἐπλήρουν, οὐδὲ ἀνέμενον ἐπιθυμίας γενομένης πληρῶσαι τὴν ἔνδειαν, ἀλλ' ἔργον ἐποιοῦντο τοῦτο καὶ μελέτην, τὸ διηνεκῶς μεθύειν. ∆ιό φησιν· Οἱ διώκοντες τὸ σίκερα. Σίκερα δὲ ἐνταῦθά φησι τῶν φοινίκων τὸν ὀπόν, ὃν ἐπετήδευον, συντρίβοντες τὸν καρπὸν καὶ καταθλῶντες, εἰς οἴνου μετασχηματίζειν φύσιν. Καρωτικὸν δέ ἐστι τὸ τοιοῦτον καὶ μέθης ἐργαστικόν. Ἀλλ' οὐδὲν ὑφωρῶντο τούτων ἐκεῖνοι, τὴν ἡδονὴν πανταχοῦ διώκοντες μόνον. Οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τοιαύτη γὰρ τῆς μέθης ἡ φύσις· προϊοῦσα αὔξεται, καὶ χαλεπώτερον τὸ δίψος ποιεῖ. Εἶτα καὶ ἕτερον οὐκ ἔλαττον ἔγκλημα τοῦ προτέρου προστίθησι, λέγων· Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Τοῦτο καὶ ἕτερος ἐγκαλεῖ προφήτης λέγων· Οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ κροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων. Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Καὶ γὰρ ἐσχάτης ἀναλγησίας τοῦτο σημεῖον καὶ ψυχῆς ἐκλελυμένης, τὸ θέατρον ποιεῖν τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ τοιούτοις ᾄσμασιν ἑαυτοὺς ἐκδιδόναι. Ὅπερ γὰρ ἡ μέθη ποιεῖ σκοτοῦσα, τοῦτο ἡ μουσικὴ μαλάττουσα τὸ εὔτονον τῆς διανοίας καὶ κατακλῶσα τῆς ψυχῆς τὴν ἀνδρείαν καὶ ἐπὶ μείζονας ἐξάγουσα ἀσελγείας. Τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. Ἢ τὰ θαύματα αὐτοῦ φησιν, ἢ τῆς κτίσεως τὴν θεωρίαν. Πῶς δ' ἂν δύναιντο γενέσθαι θεαταί, τὴν μὲν ἡμέραν νύκτα ἐργαζόμενοι, τὴν δὲ νύκτα τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι; πῶς δυνήσονται ἥλιον ἰδεῖν ἀνατέλλοντα καὶ οὐρανοῦ κάλλος λάμπρον καὶ τὸν ποικίλον τῶν ἄστρων ἐν ἑσπέρᾳ χορὸν καὶ τὴν ἄλλην τῆς κτίσεως εὐταξίαν τε καὶ διακονίαν, τῶν ἔξωθεν καὶ τῶν ἔνδοθεν ὀφθαλμῶν ἀπεστερημένοι; Οὐ μικρὸν οὖν τοῦτο ἠδίκηνται, τὸ ἀθέατοι τῶν τοῦ Θεοῦ θαυμάτων ἐκ τοῦ παρόντος ἀπελθεῖν βίου, πάντα τὸν χρόνον ἐν τῷ σκότει τῆς μέθης κατορωρυγμένοι. Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Πάλιν τὸ μέλλον ὡς γεγενημένον ἀπαγγέλλει καὶ τιμωρίαν ἐπάγει τῇ πλημμελείᾳ ταύτῃ. Ἱκανὴ μὲν γὰρ καὶ αὐτὴ ἡ μέθη ἀντὶ πάσης γενέσθαι κολάσεως, θορύβους ἐμποιοῦσα τῇ ψυχῇ, ζόφου πληροῦσα τὴν διάνοιαν, αἰχμάλωτον καθιστῶσα αὐτήν, μυρίων αὐτοὺς ἐμπιπλῶσα νοσημάτων τῶν ἔνδοθεν, τῶν ἔξωθεν. Οἶδε τοῦτο καὶ Παῦλος ὅτι κακία ἀντὶ τιμωρίας γίνεται· διό φησι· Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο τῆς ἀναισθησίας αὐτῶν, τὸ κολάζεσθαι καὶ μηδὲ αἰσθάνεσθαι, τὸ νοσεῖν καὶ μηδὲ εἰδέναι ὅτι νοσοῦσιν, ἐπάγει καὶ τὴν ἔξωθεν τιμωρίαν λέγων· Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. Ὅρα καὶ ἐν τῇ τιμωρίᾳ πολλὴν τὴν νουθεσίαν καὶ οὐκ ἀθρόον τὴν βαθυτάτην ἐπαγομένην τομήν. Οὐ γὰρ εὐθέως τὴν αἰχμαλωσίαν ἐπήγαγεν, ἀλλὰ λιμὸν πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες γένωνται βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον. Ἐπειδὴ δὲ οὐκ εἶξαν, οὐδὲ ἐκέρδαναν ἐντεῦθεν, ἐπάγει λοιπὸν τὴν ἐσχάτην τιμωρίαν αὐτοῖς. Ἀλλ' ὅμως πρὸ ἐκείνων ταύτην ἐπαίρει καὶ ἐξογκοῖ τῷ λόγῳ τὴν τοῦ λιμοῦ, λέγων· Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ· οὐχ ὡς ψυχὴν τοῦ ᾅδου ἔχοντος, ἀλλὰ προσωποποιεῖ τὴν ἀπειλήν, ἐμφατικώτερον τὸν λόγον ποιῆσαι βουλόμενος καὶ τὸν φόβον ἀκμάζοντα ἐναποθέσθαι τῇ διανοίᾳ τῶν ἀκουόντων. ∆ιὸ καὶ ἐπιμένει λέγων· Καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν· ὡς περὶ θηρίου τινὸς διηγούμενος καὶ ἐγγὺς αὐτῶν