1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

41

ἀκουσίου ἐστὶν οὗ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένου κατ' οἰκείαν ὁρμὴν τοῦ βιασθέντος. ἀρχὴ δὲ εἴρηται ἐνταῦθα ἡ ποιητικὴ αἰτία. ζητεῖται δὲ εἰ καὶ ταῦτα ἀκούσιά ἐστιν, οἷον αἱ ἀποβολαὶ τῶν φορτίων ἃς ποιοῦνται οἱ ναῦται χειμῶνι περιπεσόντες, ἢ ὅταν τις αἰσχρὸν πρᾶγμα καταδέξηται παθεῖν ἢ πρᾶξαι ὑπὲρ τοῦ σῶσαι φίλους ἢ πατρίδα. ἐοίκασι δὲ μᾶλλον εἶναι ἑκού σιοι. διὰ τοῦτο γὰρ πρόσκειται τῷ ὅρῳ τὸ μηδὲν συμβαλλομένου κατ' οἰκείαν ὁρμὴν τοῦ βιασθέντος, ἐπὶ γὰρ τοῖς τοιούτοις ἑκόντες αὐτοὶ δι' ἑαυτῶν κινοῦσι τὰ ὀργανικὰ μόρια καὶ οὕτω ῥίπτουσιν εἰς τὴν θάλασσαν τὰ φορτία. ὁμοίως δὲ καὶ οἱ αἰσχρὸν ἢ δεινόν τι ὑπομένοντες διὰ μεῖζον καλόν, ὡς Ζήνων ὁ ἀποφαγὼν ἑαυτοῦ τὴν γλῶτταν καὶ ἀποπτύσας ∆ιονυσίῳ τῷ τυράννῳ ὑπὲρ τοῦ μηδ' ὅλως αὐτῷ ἐξειπεῖν τὰ ἀπόρρητα, ὁμοίως καὶ Ἀνάξαρχος ὁ φιλόσοφος ὑπομείνας πτίσσεσθαι ὑπὸ Νικοκρέοντος τοῦ τυράννου ὑπὲρ τοῦ μὴ προδοῦναι τοὺς φίλους. καθόλου οὖν ὅταν ἢ διὰ φόβον μειζόνων κακῶν ἕληταί τις τὸ ἔλαττον κακόν, ἢ δι' ἐλπίδα μείζονος καλοῦ καταδέξηταί τις ἔλαττον κακόν, ὃ οὐκ ἔστιν ἄλλως κατορθῶσαι, οὐκ ἀκούσιον ὑπομένει πρᾶξιν ἢ πάθος· ποιεῖ γὰρ κατὰ προαίρεσιν καὶ κατ' ἐκλογήν, καὶ τότε εἰσὶν αἱρεταὶ ὅταν πράττωνται, καθ' ἑαυτὰς οὐκ οὖσαι αἱρεταί. εἰσὶν οὖν μικταὶ ἐξ ἀκουσίου καὶ ἑκουσίου· ἀκουσίου μὲν καθ' ἑαυτάς, ἑκουσίου δὲ τότε διὰ περίστασιν. ἄνευ γὰρ περιστάσεως οὐδεὶς ἂν ἕλοιτο ταῦτα πρᾶξαι. δηλοῖ δὲ καὶ ὁ ἐπὶ ταῖς τοιαύταις πράξεσι γινόμενος ἔπαινος ἢ ψόγος ὅτι ἑκούσιαί εἰσιν. ἀκουσίων γὰρ ἔργων οὐδεὶς ἔπαινος ἢ ψόγος ἔσται. οὐκ ἔστι δὲ ῥᾴδιον διακρῖναι ποῖον ἀντὶ ποίου αἱρετέον. δεῖ δὲ ὡς ἐπὶ τὸ πολὺ πρὸ τῶν αἰσχρῶν αἱρεῖσθαι τὰ λυπηρά, ὡς Σωσάννα καὶ Ἰωσὴφ ἐποίησαν, οὐκ ἀεὶ μέντοι· Ὡριγένης γοῦν διὰ τὸ μὴ περιπεσεῖν τῇ αἰσχύνῃ τῇ τῶν Αἰθιόπων ἐπιθύσας τοῦ παντὸς ἐξέπεσεν· οὕτως οὐκ ἔστιν εὔκολος ἡ τῶν τοιούτων διάγνωσις. ἔτι δὲ καὶ τούτου χαλεπώτερόν ἐστι τὸ ἐμμεῖναι τοῖς δόξασιν. οὐ γὰρ ὁμοίως ἐκπλήσσει τὰ δεινὰ προσδοκώμενα καὶ ἐπαγόμενα, ἀλλ' ἐνίοτε κρίναντες ἐξιστάμεθα τῆς κρίσεως ἐν τοῖς δεινοῖς γενόμενοι, ὡς ἐπί τινων συμβέβηκεν ἐν τῷ μαρτυρεῖν· τὴν ἀρχὴν γὰρ καρτερήσαντες περὶ τὸ τέλος ἐνέδωκαν ἐν τῇ πείρᾳ τῶν χαλεπῶν ἀπομαλακισθέντες. μηδεὶς δὲ νομίσῃ τῆς ἀκολασίας τὴν ἐπιθυμίαν ἢ τὸν θυμὸν τῶν ἀκουσίων εἶναι πλημμελημάτων, ἐπειδὴ καὶ ταῦτα τὴν ἀρχὴν ἔξωθεν ἔχει τὴν ποιητικήν· τό τε γὰρ κάλλος τῆς πόρνης ἐξοίστρησεν ἐπὶ τὴν ἀκολασίαν τὸν ἑωρακότα, καὶ ὁ παροξύνας ἐκίνησε τὸν θυμόν. εἰ γὰρ καὶ τὴν ἀρχὴν ἔξωθεν ἔχουσιν, ἀλλ' αὐτοὶ δι' ἑαυτῶν καὶ τῶν ὀργανικῶν μορίων ἐνεργοῦσιν, καὶ οὐχ ὑποπίπτουσι τῷ ὅρῳ τοῦ ἀκουσίου, ὁπότε καὶ τῆς ἀρχῆς τὴν αἰτίαν ἑαυτοῖς παρέχονται διὰ φαύλην ἀγωγὴν ὑπὸ τῶν παθῶν ῥᾳδίως αἰχμαλωτιζόμενοι. ψέγονται γοῦν οἱ ταῦτα πράττοντες ὡς ἑκούσιον κακὸν ὑπομένοντες. ὅτι δὲ ἑκούσιόν ἐστι, δῆλον, ἥδονται γὰρ ἐπὶ τῇ πράξει· τὸ δὲ ἀκούσιον λυπηρὸν ἐδείχθη. περὶ μὲν οὖν τοῦ ἀκουσίου τοῦ βίᾳ ταῦτα, περὶ δὲ τοῦ δι' ἄγνοιαν εἰπεῖν ὑπολέλειπται. 30 περὶ τοῦ δι' ἄγνοιαν ἀκουσίου Πολλὰ πράττομεν δι' ἄγνοιαν ἐφ' οἷς μετὰ τὴν πρᾶξιν χαίρομεν, ὡς ὅταν τις ἄκων μὲν ἐχθρὸν φονεύσῃ, χαίρῃ δὲ ἐπὶ τῷ φόνῳ. ταῦτ' οὖν καὶ τὰ τοιαῦτα καλοῦσιν οὐχ ἑκούσια, οὐ μέντοι καὶ ἀκούσια. καὶ πάλιν πράττομέν τινα δι' ἄγνοιαν καὶ ἐπὶ τοῖς γενομένοις λυπούμεθα. ταῦτα ἐκάλεσαν ἀκούσια, ὅσοις πραχθεῖσιν ἐπακολουθεῖ λύπη. τῶν οὖν δι' ἄγνοιαν δύο ἐστὶν εἴδη, ἓν μὲν τὸ οὐχ ἑκούσιον ἕτερον δὲ τὸ ἀκούσιον. πρόκειται δὲ νῦν εἰπεῖν περὶ μόνου τοῦ ἀκουσίου, τὸ γὰρ οὐχ ἑκούσιον τοῖς ἑκουσίοις μᾶλλον ὑπάγεται, μικτὸν ὑπάρχον· τὴν μὲν γὰρ ἀρχὴν ἀκούσιον ἔχει, τὸ δὲ τέλος ἑκούσιον, ἐξ ἀποβάσεως γὰρ ἑκούσιον γέγονε τὸ ἀκούσιον. διὸ καὶ οὕτως ὁρίζονται τὸ ἀκούσιον· ἀκούσιόν ἐστι τὸ πρὸς τῷ μὴ ἑκούσιον εἶναι ἐπίλυπον καὶ ἐν μεταμελείᾳ. πάλιν ἄλλο μέν ἐστι δι' ἄγνοιάν τι ποιεῖν, ἄλλο δὲ ἀγνοοῦντα. ἐὰν γὰρ ἐφ' ἡμῖν ᾖ τῆς ἀγνοίας τὸ αἴτιον, ἀγνοοῦντες μὲν ποιοῦμεν, οὐ δι' ἄγνοιαν δέ. ὁ γὰρ μεθύων καὶ θυμούμενος