170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
300 Ps 143,4.5 Πάντα δὲ ὅμοια τὰ μὲν ἀνθρώπινα, θείας δὲ ἐνεργείας φοβερᾶς τε καὶ ἰσχυρᾶς καὶ ὀλοθρευτικῆς ἀνθρώπων ἐνδείγματα. 301 Ps 144,1 Κατὰ μὲν τὸν νῦν βίον τοῦ κατὰ διαδοχὴν ἑνὸς ἀνθρώπου ταῦτα ἂν εἶναι δύναιτο, ὅτι τῶν προτέρων ἀπιόντων εἰς τὴν ἐκείνων χώραν εἰσὶν οἱ διαδεχόμενοι· διὸ καὶ τῷ τοῦ Ἀδὰμ ὀνόματι καλούμεθα πάντες ὡς ἐκεῖνος ὄντες αὐτοί, καὶ ὁ θεὸς Ἐγώ, φησίν, ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἕνα τοὺς πάντας λογιζόμενος. κατὰ δὲ τὴν μέλλουσαν ζωὴν καὶ ἐφ' ἑκάστου ταῦτα ἀληθινὰ διηνεκῶς καὶ αἰωνίως ὑμνοῦντος θεὸν καὶ ὡς οὐκ ἐξαρκοῦντος πρὸς ὀλίγον ὑμνῆσαι προστίθεται τὸ Εἰς αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 302 Ps 144,4 Ἐπεὶ πάντα ἃ ἐποίησεν ὁ θεὸς μένει εἰς τὸν αἰῶνα κατὰ τὸν Ἐκκλησιαστήν, ἑκάστη γενεὰ βλέπουσα αὐτοῦ τὰ ἔργα ἐπαινεῖ αὐτὰ, ὑπὲρ πάντα ἔπαινον τυγχάνοντα αὐτὰ ὁρῶσα. Καὶ ἀπαγγέλλουσι τὴν δύναμίν σου, καθ' ἣν εἰς ὕπαρξιν ἤγαγες αὐτά. αὕτη δέ ἐστιν ἡ σοφία καθ' ἣν πάντα πεποίηκας, δύναμις δὲ καὶ σοφία σου τὸ γέννημα τὸ μονογενές σου· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία.
303 Ps 144,12 Γνωρίζουσι δὲ ὅτι τὴν ἐπὶ πᾶσιν ἔχει δυναστείαν, εἰ καὶ μὴ
ταύτην ἐκφαίνει οὔπω τῶν ἀνθρώπων ἐχόντων δεκτικῶς. μικροὶ γὰρ οἱ ἄνθρωποι πρὸς τὸ δηλωθῆναι τὴν μεγαλειότητα τῆς θείας βασιλείας ἐν αὐτοῖς· διὸ ἐπιφέρει τὸ πρέπον θεῷ. 304 Ps 144,16 Χειρῶν θεοῦ λέγων ἄνοιξιν τὴν τῶν δημιουργουμένων τροφῶν χορηγίαν δῆλός ἐστιν οὐ σωματικὰς χεῖρας παριστὰς ἀλλὰ τὸ δημιουργικὸν οὕτως ὁμοιῶν. 305 Ps 144,17 Εἰ γὰρ μὴ διὰ πάντων, φησί, θεωρεῖται τὸ φιλάνθρωπον, ἀλλὰ πρόσεστι τοῖς τερπνοῖς καὶ σωτηρίοις πολλὰ καὶ ἐπίπονα καὶ φθαρτικά, οἷα δὴ καρπῶν τε ἀφορία καὶ θηρίων γενέσεις ὀλεθρίων καὶ νόσων καταβολαί· ἀλλ' οὖν οὐδὲν τούτων ἐκτὸς δικαιοσύνης καλῶς συμπεπλεγμένης τῇ ἀγαθότητι πρὸς τὸ μὴ φθαρῆναι τὴν περὶ τὸ καλὸν σπουδὴν διὰ τὴν ἐν παρανομήσασιν ἀνεπιτίμητον εὐθυμίαν. 306 Ps 144,21 Πάλιν δ' ἐπὶ τὸ μακρὸν καὶ ἀνατείνει τὰς ὑμνήσεις καὶ οὐκ ἐφ' ἑνός τε ἴστησι καὶ τοῦ ἰδίου προσώπου, ἀλλὰ πάντας ἀνθρώπους τὸ ἴσον ποιήσειν *** εἰς τὸν ἄπειρον αἰῶνα, εἰ καὶ ὄψεταί ποτε σὺν δραμουμένοις, δηλῶν εἰς κοινωνίαν τῶν δικαίων οἳ γεγόνασιν ἀρχὴ θεῷ κατὰ τὸν ἀπόστολον.
307 Ps 145,1.2 Ἔοικε διδάσκειν ὅτι τοῦτο τῆς ζωῆς ἔργον, τοῦτο τοῦ ὑπάρχειν
ὄφελος, εἰ πρὸς τὴν ὄντως ζωὴν συναπτόμεθα καὶ πρὸς τὸν ὄντως ὄντα· τοῦτο γὰρ ἐφόδιον καὶ εἰς τὴν ὄντως ζωὴν καὶ εἰς τὸ ἀϊδίως ὑπάρξαι, ἐπείπερ ἐκ τῆς νῦν ζωῆς ἐφόδιον πρὸς τὴν μέλλουσαν ἐπαγόμεθα. 308 Ps 145,5 Οὕτω μὲν ἡ εἰς ἀνθρώπους ἐλπὶς ἀθλία, ἡ δὲ εἰς θεὸν μακαρία. ἀληθὴς γὰρ βοηθός, αἰώνιος καὶ τῶν ἁπάντων κρατῶν· ἐν τούτῳ ἡ ἐξουσία ὡς ἐξ ἀφθόνου πλούτου καὶ ἀπείρου μεγάλα ῥᾳδίως εὐεργετεῖν.
309 Ps 146,4 Τοσοῦτος καὶ τηλικοῦτός ἐστιν ὡς μηδὲ τοὺς ἀναρίθμους
ἀστέρας ἐκτὸς εἶναι τῆς γνώσεως αὐτοῦ ἀλλ' ὑπ' αὐτοῦ ῥυθμισθέντας αὐτῷ δὴ καὶ ἀκριβῶς ἐγνῶσθαι τὴν ἑκάστου φύσιν καὶ δύναμιν διακρίνοντι καθάπερ ὀνόματα τῶν διορισμῶν. 310 Ps 146,5 Ἰσχὺν μὲν οὖν καὶ σύνεσιν, εἰ καὶ ἀνθρωπίνως ἀκούομεν, μὴ ἀνθρωπίνως νοῶμεν οἵα ἐστὶν ἰσχὺς καθ' ἣν ὁ ἰσχυρὸς ἄνθρωπος ἐνεργεῖ καὶ σύνεσις καθ' ἣν ὁ σοφὸς βουλεύεται προσγινόμενόν τε καὶ ἀπογινόμενον ἔχων τὸ δυνατὸν καὶ σοφόν. ὡς θεὸς γὰρ οὐχ οὕτω δυνατὸς καὶ σοφὸς ὅς γε μηδ' ἔχει τι κάλλιον καὶ ἧττον ἐν ἑαυτῷ, οἷον τὴν δύναμιν καὶ τὸ πεπληρωμένον δυνάμεως σοφίαν τε καὶ σοφίας πλῆρες, ὅλως ὢν τὸ τελεώτατον καὶ διὰ τοῦτο οὐ
42