1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

42

ἕνεκεν. Ἀλλὰ δεῖξόν μοι Παῦλον ἕτερον καὶ Ἰωάννην· ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγομένων ἡμῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας, ἡμᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιμοι ἕκαστος· ὑπὲρ κυάθου γῆς μυρία δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίημι τὰ πολλοῦ πένθους ἄξια, οἷον οἰωνισμοὺς, καὶ κλῃδονισμοὺς, παρατηρήσεις, γενέσεις, σύμβολα, περιάμματα, μαντείας, ἐπῳδὰς, μαγείας. Ὄντως μεγάλα ταῦτα, καὶ ἱκανὰ τὴν ὀργὴν ἐκκαλέσασθαι τοῦ Θεοῦ, ὅτι καὶ μετὰ τὸ τὸν Υἱὸν ἀποστεῖλαι τὸν ἑαυτοῦ, τοιαῦτα τολμῶμεν. Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν χρή· τὸ γὰρ πολλοστὸν τοῦ κόσμου μόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύμενοι ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ μόνοι τοῦτο ὑπομένοντες, ἀλλὰ μετὰ πλειόνων. Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ μοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόμενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν ἀνιοῦσαν, οὐκ ἀποθανεῖται; Σφόδρα γε· καὶ πῶς, ἐγὼ λέγω. Εἰ γὰρ οἱ μὴ πάσχοντες, ταῦτα ὁρῶντες γινόμενα, ναρκῶσι καὶ ἐκλύονται, πολλῷ μᾶλλον οἱ κακούμενοι τοῦτο πείσονται. Καὶ μὴ θαυμάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συμπαθὲς τὸ ἀνθρώπινον, καὶ ταῖς τῶν ἑτέρων κατακλώμεθα συμφοραῖς. Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείμενον δίκῃ, παραμυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν; τί δὲ ἀνὴρ τὴν γυναῖκα; τί δὲ ἄνθρωπος τὸν ἄνθρωπον; οὐχὶ τότε μᾶλλον κατακλώμεθα; Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' 62.551 μὴ ἐπιδραμεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων ταῦτα ἐγίνετο. Καὶ ἵνα μάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ τοσούτους ἐπεσπάσατο. Εἰ πάντες ἦμεν τοιοῦτοι, πόσας οἰκουμένας οὐκ ἂν ἐπεσπασάμεθα; Ἰδοὺ πλείους εἰσὶν οἱ Χριστιανοὶ τῶν ἐθνικῶν. Καὶ ἐν μὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁμοῦ παῖδας διδάξαι δύναται· ἐνταῦθα δὲ τῶν διδασκάλων πλειόνων ὄντων, καὶ τῶν μαθητῶν πολλῷ πλειόνων, οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόμενοι πρὸς τὴν τῶν διδασκάλων ἀρετὴν ὁρῶσι· καὶ ὅταν ἴδωσι καὶ ἡμᾶς τῶν αὐτῶν ἐπιθυμοῦντας, τῶν αὐτῶν ἐφιεμένους, τοῦ ἄρχειν, τοῦ τιμᾶσθαι, πῶς δυνήσονται θαυμάσαι τὸν Χριστιανισμόν; Ὁρῶσι βίους ἐπιληψίμους, ψυχὰς γηΐνας· τὰ χρήματα ὁμοίως αὐτοῖς θαυμάζομεν, πολλῷ δὲ καὶ πλέον· τὸν θάνατον ὁμοίως αὐτοῖς πεφρίκαμεν, πενίαν ὁμοίως φοβούμεθα, πρὸς νόσους ὁμοίως δυσχεραίνομεν, ὁμοίως δόξης ἐρῶμεν καὶ δυναστείας, ὑπὲρ φιλαργυρίας κατακόπτοντες ἑαυτοὺς, τοὺς καιροὺς θεραπεύομεν. Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σημείων; ἀλλ' οὐ γίνεται ταῦτα· ἀλλ' ἀπὸ τῆς ἀναστροφῆς; ἀλλ' ἀπόλωλεν· ἀλλ' ἀπὸ τῆς ἀγάπης; ἀλλ' οὐδαμοῦ οὐδὲ ἴχνος αὐτῆς ὁρᾶται. ∆ιὰ τοῦτο οὐ τῶν ἡμετέρων μόνον ἁμαρτημάτων, ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡμεῖς λόγον ὑφέξομεν. Ἀνανήψωμέν ποτε, γρηγορήσωμεν, δείξωμεν πολιτείαν ἐπὶ γῆς οὐράνιον, λέγωμεν, ὅτι Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρ 62.552 χει, καὶ ἐπὶ γῆς τὴν ἄθλησιν ἐπιδειξώμεθα. Ἀλλ' ἐγένοντο, φησὶ, παρ' ἡμῖν ἄνδρες μεγάλοι. Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑμᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ ταῦτα διηγεῖσθαι, ἔχομεν καὶ ἡμεῖς, φησὶ, μεγάλους φιλοσόφους, καὶ θαυμαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν μοι Παῦλον ἕτερον καὶ Ἰωάννην· ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγομένων ἡμῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας, ἡμᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιμοι ἕκαστος· ὑπὲρ κυάθου γῆς μυρία δικαστήρια