1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

43

Χριστὸς, ὅτε περὶ τούτων διετάσσετο καὶ ἐνομοθέτει, τοῦτον ἐποιήσατο τὸν διορισμὸν, οὐδὲ εἶπεν· Ἐὰν μὲν μοναχὸς ὁ ὀμνύων ᾖ, ἐκ τοῦ πονηροῦ ὁ ὅρκος· ἐὰν δὲ μὴ μοναχὸς, οὐκέτι· ἀλλ' ἁπλῶς καὶ καθάπαξ ἅπασιν ἔλεγεν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Καὶ πάλιν εἰπὼν, Οὐαὶ τοῖς γελῶσιν, οὐ προσέθηκε τοὺς μοναχοὺς, ἀλλ' ἁπλῶς ἐνομοθέτησεν ἅπασιν οὕτω· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν οὕτως ἐποίησε τοῖς μεγάλοις καὶ θαυμαστοῖς παραγγέλμασι. Καὶ γὰρ ὅτε λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πενθοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, οἱ ἐλεήμονες, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ εἰρηνοποιοὶ, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, οἱ καὶ ῥητὰ καὶ ἄῤῥητα δι' αὐτὸν παρὰ τῶν ἔξωθεν ἀκούοντες 47.373 κακά· οὔτε βιωτικοῦ, οὔτε μονάζοντος ὄνομα τίθησιν, ἀλλ' ἀπὸ τῆς τῶν ἀνθρώπων διανοίας οὗτος εἰσενήνεκται ὁ διορισμός. Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ' ἅπαντας τὸν τῶν μοναχῶν βούλονται βίον ζῇν, κἂν γυναῖκας ἔχοντες τύχωσιν. Ἄκουσον γοῦν καὶ ὁ Παῦλος τί φησιν· ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν λέγω πάλιν. Οὗτος τοίνυν ἐπιστέλλων ἀνθρώποις γυναῖκας ἔχουσι καὶ παιδία τρέφουσι, πᾶσαν τὴν τοῖς μοναχοῖς προσήκουσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖ. Τὴν γὰρ τρυφὴν ἐκκόπτων ἅπασαν, καὶ τὴν ἐν τοῖς ἱματίοις, καὶ τὴν ἐν τοῖς ἐδέσμασι, ταῦτα ἐπιστέλλει τὰ ῥήματα· Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ· καὶ πάλιν. Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε· καὶ πάλιν, Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί τούτων παρὰ τῶν μοναζόντων πλέον ἀπαιτήσειεν ἄν τις; Γλώττης δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι ἔργον ἐστίν. Οὐ γὰρ αἰσχρότητα καὶ μωρολογίαν μόνον, ἀλλὰ καὶ εὐτραπελίαν ἀναιρεῖ· οὐ θυμὸν καὶ ὀργὴν καὶ πικρίαν μόνον, ἀλλὰ καὶ κραυγὴν ἐκκόπτει τοῦ τῶν πιστῶν στόματος. Πᾶς γὰρ, φησὶ, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Ἆρά σοι μικρὰ ταῦτα εἶναι δοκεῖ; Οὐκοῦν ἀνάμεινον, καὶ τὰ πολλῷ μείζονα τούτων ἀκούσῃ, ἃ περὶ ἀνεξικακίας διατάττεται πᾶσιν. Ὁ ἥλιος, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδώσει· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Καὶ πάλιν· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Εἶδες πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβαίνουσαν τὴν τῆς φιλοσοφίας καὶ μακροθυμίας ἐπίτασιν; Ἄκουσον καὶ ὅσα περὶ ἀγάπης διατάττεται τοῦ κεφαλαίου τῶν ἀγαθῶν· ἐπάρας γὰρ αὐτὴν καὶ τὰ κατορθώματα αὐτῆς εἰπὼν, ἐδήλωσεν ὅτι ταύτην ἀπαιτεῖ παρὰ τῶν βιωτικῶν ἣν παρὰ τῶν μαθητῶν ὁ Χριστός. Ὥσπερ γὰρ ὁ Σωτὴρ τοῦτον ἔσχατον ὅρον ἔφησεν ἀγάπης εἶναι, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὕτω καὶ ὁ Παῦλος τὸ αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ τὴν τοιαύτην κελεύει διώκειν. Ὥστε εἰ καὶ τοῦτο μόνον εἴρητο, ἱκανὸν τεκμήριον ἦν τοῦ τὰ αὐτὰ ἀπαιτεῖσθαι τοὺς βιωτικοὺς τοῖς μοναχοῖς. Ὁ γὰρ σύνδεσμος καὶ ἡ ῥίζα τῆς πολλῆς ἀρετῆς αὕτη ἐστί· νυνὶ δὲ καὶ κατὰ μέρος αὐτὴν τίθησι. Τί τοίνυν μεῖζον ταύτης τῆς φιλοσοφίας ζητήσειεν ἄν τις; Ὅταν γὰρ καὶ ὀργῆς καὶ θυμοῦ καὶ κραυγῆς, καὶ χρημάτων ἐπιθυμίας, καὶ γαστρὸς, καὶ πολυτελείας, καὶ δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν βιωτικῶν ἀνωτέρους εἶναι κελεύῃ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ὅταν νεκρῶσαι τὰ μέλη προστάττῃ, εὔδηλον ὅτι τὴν αὐτὴν ἡμᾶς ἀκρίβειαν ἀπαιτεῖ, ὅσην τοὺς μαθητὰς ὁ Χριστὸς, καὶ πρὸς τὰ ἁμαρτήματα οὕτως εἶναι βούλεται νεκροὺς, ὡς τοὺς ἀποθανόντας καὶ ταφέντας ἤδη. ∆ιὰ τοῦτο γάρ φησιν· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ἔστι δὲ ὅπου καὶ εἰς τὸν τοῦ Χριστοῦ ζῆλον διὰ τῆς παρακλήσεως. ἡμᾶς ἄγει, οὐχὶ πρὸς τὸν τῶν μαθητῶν μόνον. Καὶ γὰρ ὅταν ἀγαπᾷν παραινῇ, ἐκεῖθεν φέρει τὰ ὑποδείγματα, καὶ ὅταν μὴ μνησικακεῖν, καὶ ὅταν μετριάζειν. Ὅταν οὖν μὴ μοναχοὺς μόνον, μηδὲ τοὺς μαθητὰς, ἀλλὰ καὶ 47.374