43
μὴν ἄνω εἶπες, ὅτι Οὐκ εἰσακούσομαί σου· καὶ πάλιν λέγεις· Ἀνάγνωθι τοὺς λόγους τούτους. Καὶ πάλιν δίδως πρόφασιν σωτηρίας, λέγων· Ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Ποῖον ἔχει τὸ πρᾶγμα λόγον; Τίνα ἂν ἔχοι καιρὸν ἐνταῦθα τὸ λέγειν; Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ; Ποίους πόνους οὐκ ἤνεγκε; τίνας ἱδρῶτας, ποίους ἀγῶνας οὐχ ὑπέμεινε; Ποῖος ὄλισθος; Ἐμὲ πα 64.868 ροξύναι βούλεται. ∆ιατί εἰς ἐμὲ ἐνύβρισεν ἡ πεφιλημένη; εἰ γὰρ μὴ ἐφίλουν αὐτὴν τίνος ἕνεκεν ὕβρισεν; Τουτέστι, ∆ιατί ἡ ὑπ' ἐμοῦ τοσοῦτον ἀγαπηθεῖσα εἰς τὸν ναὸν τῆς ἐμῆς προσκυνήσεως τοῖς εἰδώλοις ἐλάτρευεν; Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν ἀπὸ σοῦ τὴν κακίαν σου; Τουτέστι, Μὴ τὸ θύειν ἐμοὶ καθαίρει σου τὴν εἰδωλολατρείαν, λατρεύουσαν τοῖς εἰδώλοις; ἢ τούτους διαφεύξῃ; τουτέστι τῇ διὰ τῶν λόγων λατρείᾳ. Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν; Καὶ μὴν εἰς τοῦτο ἐδόθησαν, ἵνα ἀφέλωσι τὰς σωματικὰς τὰς ἀκουσίους, ἀλλ' οὐχὶ τὰς τοιαύτας. *Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς. Ἐγὼ μὲν γὰρ ἀεὶ θάλλουσάν σε ἐποίησα, καθάπερ ἐλαίαν. Τὸ δὲ, Εἰς φωνὴν διατομῆς αὐτῆς, τουτέστι μὴ ἔχουσαν καρπὸν ἀπερίτμητον, ἵνα εἴπῃ ἀκάθαρτον. Ἀλλὰ πανταχόθεν σε ἐκόσμησα, καὶ τοῖς νομίμοις, καὶ τῇ λατρείᾳ, καὶ τῇ τῶν ἱερέων ἐπιστασίᾳ, καὶ τῇ παρ' ἐμαυτοῦ προνοίᾳ. Ἀνήφθη πῦρ ἐπ' αὐτήν. Ἀλλ' ἐπεσπάσω, φησὶ, τὴν τιμωρίαν. *Καὶ ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς. Τουτέστιν ἄκαρπος ἔμεινε. Ταῦτα ἀκούων ὁ προφήτης εἰς πλείονα ἀθυμίαν καταπίπτων ἱκέτευε τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ. Εἰρηκὼς οὖν ὑπεράνω, Καὶ σὺ μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου· καὶ ἐπαγαγὼν τούτων τὸν ἔλεγχον ἀπὸ τοῦ, Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; καὶ τὰ ἑξῆς· ἐπειδὴ ἔτι ἐπέμενεν ὑπὲρ τοῦ λαοῦ, βουλόμενος ὁ Θεὸς δεῖξαι τοῦ πλήθους τὴν κακίαν, καὶ ὡς ἀμεταμέλητα πταίουσι, καὶ τὴν κατ' αὐτοῦ βουλὴν ἐμήνυσε τῷ προφήτῃ, καὶ ἀπιστοῦντι σαφῶς ἔδειξεν αὐτῶν τὴν κακίαν. Πείρᾳ ἴσ. τῇ ὥρᾳ ἢ τῇ ὀπώρᾳ, τὸν πλοῦτον παρέστησεν. Τὸ κάλλος ἀπὸ τοῦ δένδρου, τὸ διηνεκὲς τῆς ζωῆς, τὸ ἀειθαλές. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτὴν, μεγάλη ἡ θλῖψις ἐπὶ σέ. Τουτέστιν, Οὐδὲ πρὸς βραχὺ δώσεις δίκην, ἀλλὰ τιμωρίαν μεγίστην διὰ τὰς ἁμαρτίας σου. Καὶ Κύριος ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ, ἀντὶ τῆς κακίας οἴκου Ἰσραήλ. Ἡ μεγίστη κακία, ὅταν ὁ τοιοῦτος κολάζῃ, ὁ τοσαύτην ἐπιδεικνύμενος πρόνοιαν, αὐτὸς ὁ τιμωρούμενος ᾖ· οὐ γὰρ ἂν ἣν ἐφίλει ἀθρόον οὕτως ἔῤῥιπτεν, εἰ μὴ πολλὴν ᾔδει κακίαν οὖσαν· ὁ μηδὲν κατορθωκυῖαν οὕτω φιλήσας, καὶ ἐπιμελείας μεταδοὺς τοσαύτης, οὕτως οὐκ ἂν ἀπέστη εὐθέως. Ὥστε εἰκότως μεγίστης τοῦτο κακίας τεκμήριον. *Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Τουτέστιν ἐλάνθανόν με πρὸ τοῦ σε γνωρίσαι μοι. Τίνα δὲ ἦν ταῦτα; Ὅτε εἰς ἐμὲ ἡμάρτανον, οὐχ ἑώρας· ὅτε τοιαῦτα ὕβριζον οὐκ εἶδες, ἀλλ' ἔλεγες· Οὐχὶ τοῦ ἀνθρώπου 64.869 ἡ ὁδὸς αὐτοῦ. ∆ιατί μὴ λέγεις καὶ νῦν· Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, ἀλλὰ τὰ ἐπιτηδεύματα αὐτῶν καλεῖς; Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρόν. Τινὲς ταῦτα εἰς τὸν Χριστὸν ἐκλαμβάνουσιν, ἀλλ' ἡμεῖς τέως τῆς ἱστορίας ἐχώμεθα μηδὲν ἐγκαλοῦντες ἐκείνοις. Πανταχόθεν γὰρ ἡ Ἐκκλησία οἰκοδομείσθω. ∆εύτερον ἤδη τῷ προφήτῃ εἶπε· Μὴ εὔχου ὑπὲρ αὐτῶν, καὶ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ καὶ τὰς αἰτίας προσέθηκε. Καί τοι εἰ καὶ ἁπλῶς ἦν εἰρηκὼς, ἔδει ἀκουσθῆναι· νῦν δὲ καὶ τὰς αἰτίας λέγει. Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; ἐπεὶ οὖν διὰ τῶν λόγων οὐκ ἔπειθεν αὐτὸν, δι' ἔργων ἔπεισε, καὶ τὴν εἰς αὐτὸν ὕβριν ἔδειξεν. Φιλοσοφεῖς σὺ, φησὶν, ἐν οἷς ὑβρίζομαι ἐγώ. Ὅρα ἐπιείκειαν, καὶ ταπεινότητα. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους ταῖς εὐχαῖς ταῖς τούτου θαῤῥοῦντας γενέσθαι χείρους, οὗτος δὲ οὐκ ἠνείχετο