43
συνιστᾷς· ὑπὲρ θανάτου παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίημι τὰ πολλοῦ πένθους ἄξια, οἷον οἰωνισμοὺς, καὶ κλῃδονισμοὺς, παρατηρήσεις, γενέσεις, σύμβολα, περιάμματα, μαντείας, ἐπῳδὰς, μαγείας. Ὄντως μεγάλα ταῦτα, καὶ ἱκανὰ τὴν ὀργὴν ἐκκαλέσασθαι τοῦ Θεοῦ, ὅτι καὶ μετὰ τὸ τὸν Υἱὸν ἀποστεῖλαι τὸν ἑαυτοῦ, τοιαῦτα τολμῶμεν. Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν χρή· τὸ γὰρ πολλοστὸν τοῦ κόσμου μόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύμενοι ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ μόνοι τοῦτο ὑπομένοντες, ἀλλὰ μετὰ πλειόνων. Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ μοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόμενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν ἀνιοῦσαν, οὐκ ἀποθανεῖται; Σφόδρα γε· καὶ πῶς, ἐγὼ λέγω. Εἰ γὰρ οἱ μὴ πάσχοντες, ταῦτα ὁρῶντες γινόμενα, ναρκῶσι καὶ ἐκλύονται, πολλῷ μᾶλλον οἱ κακούμενοι τοῦτο πείσονται. Καὶ μὴ θαυμάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συμπαθὲς τὸ ἀνθρώπινον, καὶ ταῖς τῶν ἑτέρων κατακλώμεθα συμφοραῖς. Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείμενον δίκῃ, παραμυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν; τί δὲ ἀνὴρ τὴν γυναῖκα; τί δὲ ἄνθρωπος τὸν ἄνθρωπον; οὐχὶ τότε μᾶλλον κατακλώμεθα; Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' ἕτερα πολλῷ χαλεπώτερα· κλαυθμὸς γὰρ ἔσται ἀπαραμύθητος τότε, πάντων ἀλλήλους ὁρώντων, πάντων κοπτομένων. Οἱ ἐν λιμῷ ὄντες, εἰπὲ, ἆρα παραμυθίαν λαμβάνουσι τῶν οἰκείων κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας; τί δὲ, ὅταν ἢ καὶ παῖς, ἢ καὶ πατὴρ, καὶ γυνὴ, καὶ ἔγγονα τὴν αὐτὴν τίννυνται δίκην; τί δὲ, ὅταν φίλους ὁρῶμεν, ἆρα παραμυθίαν ἔχομεν; Οὐκ ἔστιν, οὐκ ἔστιν, ἀλλὰ μᾶλλον ἐπιτείνεται ἡμῖν τὰ δεινά. Χωρὶς δὲ τούτων ἔστι κακὰ, ἃ μὴ ἔχει παραμυθίαν ἀπὸ τῶν κοινῶν διὰ τὴν χαλεπότητα· οἷόν τι λέγω· Ἔστω τις ἐν πυρὶ κείμενος, καὶ ἄλλος πάλιν· πῶς ἀλλήλους παραμυθήσονται; Εἰπέ μοι, παρακαλῶ, εἴ ποτε ἐν πυρετῷ γεγόναμεν σφοδρῷ, οὐχὶ πάντα τὰ τῆς παραμυθίας ἡμῖν ἐξέλιπεν; Εἰκότως· ὅταν γὰρ ἐπικρατῇ τὰ δεινὰ, οὐκέτι ἂν ἔχοι σχολὴν παραμυθεῖσθαι ἡ ψυχή. Ἢ οὐχ ὁρᾷς τὰς τοὺς ἄνδρας ἀποβαλούσας, πόσας ἔχουσιν ἀριθμεῖν ἑτέρας γυναῖκας τὸ αὐτὸ παθούσας; ἀλλ' οὐδὲν ἀπὸ τούτου τὸ πένθος ἔλαττον γίνεται. Μὴ δὴ ταύτῃ 62.553 τρεφώμεθα τῇ ἐλπίδι, ἀλλὰ μίαν εὕρωμεν παραμυθίαν, τὸ μετανοεῖν ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ ἔχεσθαι τῆς ἀγαθῆς ὁδοῦ τῆς ἐπὶ τὸν οὐρανὸν φερούσης, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν, χάριτι 62.554 καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΑʹ. ∆ιακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι
ὄντες. αʹ. ∆ιαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγμα ἀφεὶς, εἰς τοὺς διακόνους μετεπήδησε. Τί δήποτε; Ὅτι οὐ πολὺ τὸ μέσον αὐτῶν καὶ τῶν ἐπισκόπων. Καὶ