1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

44

τὴν τῆς σαρκώσεως πίστιν πρὸς ἣν Ἰουδαῖοι ἐσκανδαλίζοντο. Ἐγώ εἰμι ἐκεῖνος ὃν ἐρραπίζετε, ὃν ἐφραγελλοῦτε, ὃν εἵλκετε καὶ ἐφέρετε νῦν μὲν πρὸς Καϊάφαν, ὕστερον δὲ πρὸς Πιλᾶτον, ὃν ἀπεκαλεῖτε συνεχῶς υἱὸν τοῦ τέκτονος, ὃν ἐν τοῖς νεκροῖς ἠριθμεῖτε γελῶντες μεγάλα πρὸς τοὺς κηρύττοντας τὴν ἀνάστασιν. 8.23.2 Ἐκείνοις νῦν λαλῶν οὐ φαίνομαι· παρὼν οὐχ ὁρῶμαι· φωτίζων ψυχὴν ὀφθαλμοῖς ἐπάγω[ν] τυφλότητα. Πίστευσον οὖν, ὅτι καὶ Στεφάνῳ ἐφαινόμην ὅτε τοῦτο λέγων πρὸς ὑμᾶς ἠπιστεῖτο. Σκλῆρον οὖν σοι πρὸς κέντρα λακτίζειν. Κέντρα λέγει τοῦ σταυροῦ τοὺς ἥλους. Ὡς γὰρ ὁ σιδήρῳ τεθηγμένῳ ἐνρηγνύμενος οὐκ ἐκεῖνον διαφθείρει πῶς γὰρ τὸν σκληρόν; ἑαυτὸν δὲ τιτρώσκει, οὕτω καὶ ὁ πρὸς Θεὸν φιλονεικῶν αὐθαίρετον ἐπισπᾶται τὸν ὄλεθρον. 8.23.3 Σωφρόνησον οὖν τοῦ λοιποῦ καὶ τὴν ὄψιν ἀπολέσας διὰ τῆς θαυμαστῆς λαμπηδόνος νῦν μάλιστα νόησον, ὅτι διὰ τοῦτο ἐνεδυσάμην σῶμα καὶ ἐγενόμην ἄνθρωπος, ἵνα μὴ πάντες τυφλωθῶσιν οἱ γυμνοὶ παραπετάσματος προσομιλοῦντες θεότητι. 8.24.1 Ταῦτα· καὶ χειραγωγούμενος ὁ Παῦλος ἀπήγετο ἐλεεινὸν θέαμα, μᾶλλον δὲ χάριεν καὶ θυμηδίας ἄξιον. Ἐδέθη ὁ λύκος, ἐσωφρονίσθη ὁ ἅρπαξ, ἡμερώθη ὁ ἄγριος, ἐβάδιζε πράως ὁ τρέχων, ἀπήγετο μαθητὴς ὁ τῶν μαθητῶν τύραννος, ἤγετο πιεῖν τοῦ ἄλλου τὸ αἷμα ὁ τῷ αἵματι Στεφάνου μεμολυσμένος τὰς χεῖρας. Ἐπὶ τρεῖς δὲ ἡμέρας διετέλεσεν ἐν τυφλότητι ζῶν. Καὶ μάλα εἰκότως. Ὁ γὰρ εἰς τὴν Τριάδα διαμαρτὼν δικαίως ἰσάριθμον τῆς ἁμαρτίας κατεδικάσθη τὴν τιμωρίαν. Οὕτως μὲν οὖν ὁ θεσπέσιος ἐμυσταγωγήθη πρὸς τὴν εὐσέβειαν. Ἐπειδὴ δὲ τῆς ἀληθείας ἐγεύσατο καὶ διὰ τῆς πείρας ἔμαθεν, ὅτι ζῇ ὁ Χριστὸς καὶ ἔστιν καὶ βασιλεύει τῶν ὅλων, οὔτε δὲ ἐφθάρη παρὰ τοῦ θανάτου οὔτε ἐκλάπη παρὰ τῶν μαθητῶν, ταχέως ἐκ τοῦ νόμου μεταταξάμενος πρὸς τὸ εὐαγγέλιον πᾶσι κατήγγελλε Θεὸν τὸν Χριστόν, ὃν χθὲς καὶ πρώην ἐλοιδόρει ταῖς βλασφημίαις, καὶ τοιοῦτος ἦν σύμμαχος οἷος καὶ πολέμιος· ἰσχυρὸς γὰρ ἀμφότερα. 8.25.2 Ἀθρόον δὲ καὶ ἀδοκήτως εἰσελθὼν εἰς τὰς συναγωγὰς ∆αμασκοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἐδημηγόρει τοὺς λόγους, οὐ νόμον κρατύνων, ἀλλ' ἀπ' ἐκείνου τὸν Χριστὸν συγκροτῶν καὶ συγκρίνων τοῖς γινομένοις πράγμασι τὰς προσαγορεύσεις τῶν προφητῶν καὶ διὰ νόμου νόμον ἐκβάλλων. Ὥσπερ οὖν καὶ περὶ ἑαυτοῦ φησιν ἐπιστέλλων Ῥωμαίοις· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον· τούτεστιν, Ἀπὸ τῶν Μωσαϊκῶν γραμμάτων ὁδηγηθεὶς ἐπέγνων τὴν τοῦ εὐαγγελίου εὐσέβειαν. 8.25.3 Ἔκπληξις οὖν εἶχε τὴν ∆αμασκὸν καὶ πάντες πρὸς ἑαυτοὺς ἐξεθείαζον· ∆εῦτε, θεᾶσθε τὸν Ταρσέα Ἑβραῖον, τὸν τοῦ πατρῴου νόμου ζέοντα μαθητήν, σφοδρὸν τοῦ Ἰησοῦ συνήγορον καὶ Θεὸν αὐτὸν ἀνακαλοῦντα καὶ ἐκ τῶν ἡμετέρων γραμμάτων ἀποδεικνύντα, ὅτι οὗτός ἐστιν ὁ κατ' ἐπαγγελίαν Σωτήρ. ∆έος οὖν μὴ πᾶσαν καταπείσῃ τὴν πόλιν, μὴ καὶ ὅλον τὸν δῆμον ἐπαγάγηται καὶ ἀποστήσῃ τοῦ νόμου. 8.25.4 Καὶ γάρ ἐστι τῆς Γραφῆς ἀσκητὴς καὶ τὸν νοῦν ὀξὺς καὶ γοργὸς τὸν λόγον καὶ τὸν τρόπον εὐμήχανος καὶ πολὺ κεκτημένος τὸ ἀξιόπιστον· ἀφ' ὧν ἀκριβῶς εἰδὼς τὰ ἡμέτερα οὐκ ἀγνοίᾳ δοκεῖ πλανᾶσθαι, ἀλλὰ δοκιμασίᾳ καὶ κρίσει τὸ ἀληθὲς εὑρηκέναι. Εἰς ταύτην τὴν ἀμηχανίαν ἐνέβαλε πόλιν μεγάλην, δῆμον πολυάνθρωπον, τὸ πρῶτον τοῦ γενναίου προσηλύτου κήρυγμα καὶ πλέον τότε ∆αμασκὸς ἐταράττετο ἢ πρώην ἐν Ἱεροσολύμοις χριστιανοί, ἡνίκα Στέφανον Παῦλος ἐλίθαζεν. 8.25.5 Ὡς γὰρ οἱ θαυμαστοὶ τῶν ἀριστέων ὅπου δ' ἂν μετατάξωνται, ἐκεῖ τὴν νίκην μετάγουσιν, οὕτως ὁ θεσπέσιος ἀνὴρ ἐκείνους πάντως ἐποίει μεγάλους οἷς τὴν ἑαυτοῦ παρεῖχε ῥοπήν. 8.26.1 Οὕτω τοίνυν καταγγείλας ἐν τῇ Φοινίκῃ τὸ εὐαγγέλιον καὶ τὰ πρῶτα σπέρματα τῆς ἀποστολῆς ἐκεῖ καταβαλόμενος ἔνθα καὶ αὐτὸς ἐφωτίσθη τῇ γνώσει, ἦλθεν εἰς τὴν Ἱερουσαλήμ, ξένον τοῖς ἐκεῖ καὶ καλὸν θέαμα. Οἱ μὲν γὰρ προπέμψαντες αὐτὸν καὶ δόντες τὰ δεσμὰ φέρειν κατὰ χριστιανῶν οὐκ εἰδότες τὰ ἐν μέσῳ συμβάντα, θεασάμενοι