1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

44

γὰρ καὶ αὐτοὶ διδασκαλίαν εἰσὶν ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς Ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκόπων εἶπε, ταῦτα καὶ πρεσβυτέροις ἁρμόττει. Τῇ γὰρ χειροτονίᾳ μόνῃ ὑπερβεβήκασι, καὶ τούτῳ μόνον δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους. ∆ιακόνους ὡσαύτως. Τουτέστι, τὰ αὐτὰ δεῖ, φησὶν, ἔχειν καὶ αὐτούς. Τί ἐστι τὰ αὐτά; Οἷον τὸ ἀνεπιλήπτους εἶναι, τὸ σώφρονας, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους. Καὶ ὅτι τοιούτους αὐτοὺς εἶναι βουλόμενος εἶπε τὸ, Ὡσαύτως, ἐδήλωσε διὰ τῆς ἐπαγωγῆς λέγων, Σεμνοὺς, μὴ διλόγους· τουτέστι, μὴ ὑπούλους, μηδὲ δολερούς. Οὐδὲν γὰρ οὕτω ποιεῖν εἴωθεν ἀγεννεῖς, ὡς τὸ δολερόν· οὐδὲν οὕτως ἄχρηστον ἐν τῇ Ἐκκλησίᾳ, ὡς τὸ ὕπουλον. Μὴ οἴνῳ πολλῷ, φησὶ, προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Ἰδοὺ ἐσήμανε τί ἐστιν ἀλήπτους εἶναι. Ὅρα δὲ πῶς τὸ, Μὴ νεόφυτον, καὶ ἐνταῦθα τίθησι. Τὸ γὰρ εἰπεῖν, Καὶ οὗτοι δοκιμαζέσθωσαν πρῶτον, ὡς περὶ τοῦ ἐπισκόπου τοῦτο εἰρημένον αὐτῷ, οὕτω τὸν σύνδεσμον αὐτοῦ ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. ∆ιὰ τοῦτο εἴρηται καὶ ἐκεῖ τὸ, Μὴ νεόφυτον. Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν οἰκίαν νεώνητον οἰκέτην μὴ πρότερον ἐγχειρίζεσθαί τι τῶν ἔνδον, πρὶν ἂν διὰ πολλῆς τῆς πείρας τῆς αὐτοῦ γνώμης πολλὰ τεκμήρια δῷ, εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἔξωθεν εἰσελθόντα εἰς τοὺς πρώτους εὐθέως κατατάττεσθαι; Γυναῖκας ὡσαύτως, διακόνους φησὶ, σεμνὰς, μὴ διλόγους, νηφαλίους, πιστὰς ἐν πᾶσι. Τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν, οὐκ ἔστι δέ· τί γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρημένων παρεμβαλεῖν τι περὶ γυναικῶν; ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν λέγει. ∆ιάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες. Ταῦτα καὶ περὶ γυναικῶν διακόνων ἁρμόττει εἰρῆσθαι. Σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον καὶ κόσμιον ἐν τῇ Ἐκκλησίᾳ. ∆ιάκονοι ἔστωσαν μιᾶς γυναικὸς, φησὶν, ἄνδρες. Ὁρᾷς πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν; Εἰ γὰρ καὶ μὴ τῆς αὐτῆς εἰσιν ἀξίας τῷ ἐπισκόπῳ, ἀλλ' ὅμως ὁμοίως ἀνεπίληπτοι, ὁμοίως ἁγνοὶ ὀφείλουσιν εἶναι. Τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται, καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἵνα μὴ ἀπὸ τούτου οἱ λοιποὶ 62.554 σκανδαλίζωνται. Οἱ γὰρ καλῶς, φησὶ, διακονήσαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται· τουτέστι, προκοπὴν καὶ παῤῥησίαν πολλὴν τὴν ἐν πίστει Ἰησοῦ Χριστοῦ. Ὡσεὶ ἔλεγεν· Οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται. Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρὸς σὲ τάχιον. Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἵνα μὴ τὸ περὶ τοιούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησίν· Οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ' ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί. Τούτῳ μὲν ὑπὲρ τοῦ παῦσαι τὴν ἀθυμίαν ταῦτα ἐπιστέλλει, τοῖς δὲ ἄλλοις ὑπὲρ τοῦ διεγεῖραι αὐτοὺς, καὶ ποιῆσαι σπουδαιοτέρους· ἡ γὰρ παρουσία αὐτοῦ καὶ ἐπαγγελλομένη, μεγάλα ἠδύνατο. Μὴ θαυμάσῃς δὲ, εἰ πνεύματι πάντα προορῶν, ἠγνόει τοῦτο λέγων, Ἐλπίζω ἐλθεῖν, ἐὰν δὲ βραδύνω· τοῦτο γὰρ ἀγνοοῦντός ἐστιν. Ἐπειδὴ γὰρ πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει. Ἵνα εἰδῇς, φησὶ, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαϊκός. Τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειᾴ ἐστι τῆς Ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα. Καὶ ὁμολογουμένως, φησὶ, μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι. Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. Μή μοι εἴπῃς τοὺς