44
βουλευτικὴν τῶν ἐφ' ἡμῖν, ἢ βούλευσιν ὀρεκτικὴν τῶν ἐφ' ἡμῖν, τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. ἐπειδὴ δὲ τὴν προαίρεσιν ἔφαμεν περὶ ταὐτὰ εἶναι περὶ ἃ καὶ ἡ βουλή, διασαφήσωμεν περὶ τίνα καταγίνεται ἡ βουλή, καὶ περὶ τίνων βουλευόμεθα. 33 περὶ τίνων βουλευόμεθα Πρὶν εἰπεῖν περὶ τίνων βουλευόμεθα βέλτιον διορίσαι τίνι διαφέρει βουλὴ ζητήσεως· οὐ γὰρ ταὐτόν ἐστι βουλὴ καὶ ζήτησις, εἰ καὶ ὁ βουλευόμενος ζητῶν τι βουλεύεται, ἀλλὰ πολὺ διαφέρει. ζητοῦμεν γὰρ εἰ μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος· οὐδεὶς δὲ λέγει "βουλεύομαι εἰ μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος." ἔστι γὰρ ἡ ζήτησις γένος τῆς βουλῆς· καὶ γὰρ ἐπὶ πλέον λέγεται. πᾶσα μὲν γὰρ βουλὴ ζήτησίς ἐστιν· οὐ πᾶσα δὲ ζήτησις βουλή. δέδεικται δέ τοῦτο· τὸ δὲ σκέπτεσθαι ποτὲ μὲν ἐπὶ τοῦ βουλεύεσθαι λέγομεν, ὡς "σκέπτομαι εἰ δεῖ πλεῦσαι," ποτὲ δὲ ἐπὶ τοῦ κατανοεῖν, ὡς "σκέπτομαι τὰ μαθήματα," οὐ "βουλεύομαι τὰ μαθήματα." ταρασσόμεθα δὲ πολλάκις ἀδιακρίτως ἀκούοντες τῶν ὀνομάτων, νομίζοντες ταὐτὸν τὸ μὴ ταὐτόν. τῆς οὖν διαφορᾶς τούτων φανερᾶς γενομένης ῥητέον λοιπὸν περὶ τίνων βουλευόμεθα. βουλευόμεθα οὖν περὶ τῶν ἐφ' ἡμῖν καὶ δι' ἡμῶν δυναμένων γενέσθαι καὶ ἄδηλον ἐχόντων τὸ τέλος, τουτέστι δυναμένων καὶ οὕτως καὶ ἄλλως γενέσθαι. τὸ μὲν οὖν "ἐφ' ἡμῖν" εἴρηται ἐπειδὴ περὶ τῶν πρακτῶν μόνον βουλευόμεθα, ταῦτα γὰρ ἐφ' ἡμῖν. οὐ γὰρ περὶ τῆς θεωρητικῆς καλουμένης φιλοσοφίας βουλευόμεθα (οὔτε γὰρ περὶ θεοῦ)· οὔτε περὶ τῶν ἐξ ἀνάγκης γινομένων (ἐξ ἀνάγκης δὲ λέγω τὰ ἀεὶ ὡσαύτως γινόμενα), οἷον τοῦ κύκλου τοῦ ἐνιαυτοῦ· οὔτε περὶ τῶν οὐκ ἀεὶ μὲν ὄντων, ἀεὶ δὲ ὁμοίως γινομένων, οἷον δύσεως καὶ ἀνατο λῆς ἡλίου· οὔτε περὶ τῶν φύσει μέν, οὐκ ἀεὶ δὲ ὁμοίως γινομένων ἀλλ' ὡς ἐπὶ τὸ πλεῖστον, οἷον περὶ τοῦ πολιοῦσθαι τὸν ἑξηκοντούτην ἢ γενειάσκειν τὸν εἰκοσαετῆ· ἀλλ' οὐδὲ περὶ τῶν φύσει μέν, ἄλλοτε δὲ ἄλλως ἀορίστως γινομένων, οἷον περὶ ὄμβρων ἢ αὐχμῶν ἢ χαλάζης· ἀλλ' οὐδὲ περὶ τῶν ἀπὸ τύχης γίνεσθαι λεγομένων, ἅπερ ἐστὶ τῶν ἐπ' ἔλαττον ἐνδεχομένων. διὰ ταῦτα μὲν οὖν τὸ "ἐφ' ἡμῖν" εἴρηται· τὸ δὲ "δι' ἡμῶν" ἐπειδήπερ οὐ περὶ πάντων ἀνθρώπων οὐδὲ περὶ παντὸς πράγματος βουλευόμεθα· οὐ γὰρ βουλευόμεθα πῶς οἱ πολέμιοι ἢ οἱ μακρὰν ἡμῶν ἀπῳκισμένοι καλῶς πολιτεύοιντο, καίτοι τοῦτο παρ' ἐκείνοις βουλευτόν ἐστιν. ἀλλ' οὐδὲ περὶ πάντων τῶν δι' ἡμῶν γινομένων καὶ ἐφ' ἡμῖν ὄντων βουλευόμεθα, ἀλλὰ δεῖ προσκεῖσθαι καὶ τὸ "ἄδηλον ἐχόντων τὸ τέλος," ἐὰν γὰρ ᾖ φανερὸν καὶ ὁμολογούμενον οὐκέτι βουλευόμεθα· οὐδὲ γὰρ περὶ τῶν κατ' ἐπιστήμην ἢ τέχνην ἔργων ἢ πράξεων ἡ βουλή· ὡρισμένοι γὰρ τούτων οἱ λόγοι πλὴν ὀλίγων τεχνῶν τῶν καλουμένων στοχαστικῶν, οἷον ἰατρικῆς καὶ γυμναστικῆς καὶ κυβερνητικῆς. οὐ περὶ τούτων γὰρ βουλευόμεθα μόνον ἀλλὰ περὶ τῶν ἐφ' ἡμῖν μὲν καὶ δι' ἡμῶν, ἄδηλον δὲ τὸ τέλος ἐχόντων καὶ δυναμένων καὶ οὕτως καὶ ἄλλως πραχθῆναι. ἐδείχθη δὲ ὡς οὐδὲ περὶ τοῦ τέλους ἀλλὰ περὶ τῶν πρὸς τὸ τέλος ἡ βουλή. βουλευόμεθα γὰρ οὐ πλουτῆσαι ἀλλ' ὅπως καὶ δι' ὧν πλουτήσομεν· συνελόντι δὲ εἰπεῖν περὶ τούτων μόνων βουλευόμεθα περὶ τῶν ἐπίσης ἐνδεχομένων. καὶ περὶ τούτου δεῖ διαλαβεῖν, ἵνα μηδὲν ἐλλείπῃ τῷ λόγῳ πρὸς σαφήνειαν. δυνάμεις λέγονται καθ' ἃς δυνάμεθά τι ποιεῖν· παντὸς γὰρ οὗ ποιοῦμεν δύναμιν ἔχομεν, ὧν δὲ δύναμιν οὐκ ἔχομεν, τούτων οὐδὲ τὰς πράξεις. ἔχεται οὖν ἡ μὲν πρᾶξις δυνάμεως, ἡ δὲ δύναμις οὐσίας· ἥ τε γὰρ πρᾶξις ἀπὸ δυνάμεως καὶ ἡ δύναμις ἀπὸ τῆς οὐσίας καὶ ἐν οὐσίᾳ. τρία οὖν ταῦτά ἐστιν, ὡς ἔφαμεν, ἀλλήλων ἐχόμενα· δυνάμενον, δύναμις, δυνατόν. δυνάμενον μὲν ἡ οὐσία· δύναμις δὲ ἀφ' ἧς ἔχομεν τὸ δύνασθαι· δυνατὸν δὲ τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι. τῶν δὲ δυνατῶν τὰ μέν ἐστιν ἀναγκαῖα, τὰ δὲ ἐνδεχόμενα. ἀναγκαῖα μὲν ἅπερ ἀδύνατον κωλυθῆναι, ἢ ὧν καὶ τὸ ἀντικείμενον ἀδύνατόν ἐστιν· ἐνδεχόμενον δὲ τὸ δυνάμενον κωλυθῆναι, ἢ οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. οἷον ἀναγκαῖόν ἐστιν ἀναπνεῖν ἄνθρωπον ζῶντα· τούτου καὶ τὸ ἀντικείμενον ἀδύνατόν ἐστι, τὸ μὴ ἀναπνεῖν ζῶντα· ἐνδεχόμενον δὲ