1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

45

φησὶ, τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώ γωνα· ὥστε εἰπεῖν τὸν Ἀγχοὺς τοῖς παισί· Τί εἰσ εφέρετε αὐτὸν πρὸς μέ; Μὴ ἐπιδέομαι ἐπιλήπτων ἐγὼ, ὅτι εἰσηνέγκατε αὐτὸν ἐπιληπτεύεσθαι ἐπ' ἐμέ; Καὶ οὕτως ἀπολυθεὶς ἐκεῖθεν, διεσώθη, φησὶν, εἰς τὸ σπήλαιον Ὀδολλάμ. Ὡς οὖν ἐκ μεγάλου κινδύνου διεκφυγὼν, ταύτην ἀναπέμπει τὴν εὐχαριστίαν τῷ ῥυσαμένῳ αὐτὸν Θεῷ. Εὐλογήσω, φησὶ, τὸν Κύ ριον ἐν παντὶ καιρῷ. ∆ιεκφυγὼν ἐκ τοῦ θανάτου, οἷον ὅρους ἑαυτῷ τίθεται τῆς ζωῆς, τυπῶν ἑαυτοῦ τὴν ψυχὴν πρὸς τὸ τῆς πολιτείας ἀκριβές· ὡς μη δένα καιρὸν διαλιμπάνειν τῆς εὐλογίας, ἀλλὰ καὶ μεγά λων καὶ μικροτέρων πραγμάτων ἐπὶ τὸν Θεὸν ἀναφέρειν τὴν ἀρχήν. Οὐχὶ ἡγήσομαι, φησὶ, κατὰ τὴν ἐμαυτοῦ ἐπιμέλειαν γίνεσθαι, οὐδὲ ἐκ τῆς αὐτομάτου συντυχίας συμβαίνειν, ἀλλ' Ἐν παντὶ καιρῷ εὐλογήσω τὸν Κύ ριον, οὐκ ἐν ταῖς εὐημερίαις μόνον τοῦ βίου, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς καιροῖς. Ἐντεῦθεν μαθητευθεὶς ὁ Ἀπόστολος, Πάντοτε, φησὶ, χαίρετε, ἀδιαλεί πτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Ὁρᾷς ἡλίκη τοῦ ἀνδρὸς ἡ ἀγάπη; Οὐκ ἀπεδυσπέτει πρὸς τὴν συνέχειαν τῶν κακῶν, ὅτε οὐ μόνον πατρίδος ἀπελήλατο, καὶ συγγενείας, καὶ οἰκείων, καὶ κτημά των, ἀλλὰ καὶ τοῖς πολεμίοις παραδοθεὶς ὑπὸ τῆς ἀνάγκης, μικροῦ διασπᾶσθαι παρ' αὐτῶν ἔμελλεν. Οὐκ εἶπε· Μέχρι τίνος ἡ συνέχεια τῶν κακῶν; οὐκ ἀπεδυσπέτησε πρὸς τὴν παράτασιν τῆς θλίψεως, εἰ 29.353 δὼς, Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Τῷ ὄντι γὰρ τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν ἀθλητικαὶ καὶ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι· ὅταν λοιδορούμενοι εὐλογῶμεν, βλασφημούμενοι παρακα λῶμεν, καταπονούμενοι εὐχαριστῶμεν, θλιβόμενοι ἐπὶ τῇ θλίψει καυχώμεθα. Αἰσχρὸν γὰρ εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυ θρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα ραδέχεται. ∆ιαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. ∆οκεῖ ἀδύνατόν τι ἐπαγγέλλεσθαι ὁ προφήτης. Πῶς γὰρ διαπαντὸς ἡ αἴνεσις τοῦ Θεοῦ ἐν τῷ στόματι ἀνθρώπου εἶναι δύναται; Ὅτε δια λέγεται τὰς συνήθεις καὶ βιωτικὰς ὁμιλίας, οὐκ ἔχει τὸν αἶνον τοῦ Θεοῦ ἐν τῷ στόματι. Ὅτε καθεύδει, σιωπήσεται πάντως. Ἐσθίοντος δὲ καὶ πίνοντος πῶς ἐνεργήσει τὸ στόμα τὴν αἴνεσιν; Πρὸς δὴ τοῦτο λέ γομεν, ὅτι ἔστι μέν τι καὶ νοητὸν στόμα τοῦ ἔνδον ἀνθρώπου, ᾧ τρέφεται μεταλαμβάνων τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβάς. Περὶ ἐκείνου τοῦ στόματος καὶ ὁ Προφήτης φησὶν ὅτι· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Ἐκεῖνο καὶ ὁ Κύριος προκαλεῖται ἡμᾶς εὐρύχωρον ἔχειν εἰς ὑποδοχὴν ἀφθονωτέραν τῶν τροφῶν τῆς ἀληθείας. Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό. ∆ύναται οὖν ἡ ἐντετυπωμένη ἅπαξ καὶ οἱονεὶ ἐσφραγισμένη τῷ ἡγεμονικῷ τῆς ψυχῆς περὶ Θεοῦ ἔννοια αἴνεσις ὀνομάζεσθαι Θεοῦ, διαπαντὸς ἐνυπάρχουσα τῇ ψυχῇ. ∆ύναται δὲ καὶ, κατὰ τὴν ἀποστολικὴν ὑποθήκην, ὁ σπουδαῖος πάντα ποιεῖν εἰς δόξαν Θεοῦ, ὥστε πᾶσαν πρᾶξιν, καὶ πᾶν ῥῆμα, καὶ πᾶσαν ἐνέργειαν νοερὰν, αἰνέσεως ἐπέχειν δύναμιν. Εἴτε γὰρ ἐσθίει ὁ δίκαιος, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορεν, κατὰ τὸν εἰπόντα ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. Ὡς γὰρ ἐπὶ πολὺ τὰ καθ' ὕπνον φαντάσματα τῆς μεθημερινῆς ἐννοίας ἐστὶν ἀπηχήματα. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μηδεὶς, φησὶ, τὴν ἐμὴν ἐπίνοιαν, καθ' ἣν διεσώθην ἐκ τῶν κινδύνων, ἐπαινείτω. Οὐ γὰρ ἐν δυνάμει ἀν θρώπου, οὐδὲ ἐν σοφίᾳ, ἀλλ' ἐν τῇ χάριτι τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία. Μὴ καυχάσθω, φησὶν, ὁ πλού σιος ἐν τῷ πλούτῳ αὐτοῦ, μήτε ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μήτε ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν Κύριον τὸν Θεὸν αὐτοῦ. Ὁρᾷς τὸν Ἀπόστολον πῶς τοὺς συνεργοὺς